Ancient Greek
Κατὰ Νικολαϊτῶν εݲ,, Chapter 4
Epiphanius, Panarion (Adversus haereses) 4.3-2
Not analysed yet
ἀλλὰ καὶ περὶ τοῦ Καυλακαῦ τίς τῶν γινωσκόντων οὐκ ἂν καταγελάσειεν, ὅτι τὰς Ἑβραϊστὶ καλῶς εἰρημένας λέξεις καὶ Ἑλληνιστὶ |καλῶς ἑρμηνευθείσας καὶ <εἰσέτι> νῦν παρὰ τοῖς Ἑβραϊστὶ άναγινώσκουσι φανερὰς οὔσας καὶ οὐδὲν σκολιὸν ἐχούσας αὐτοὶ εἰς εἰδωλοποιίας τε καὶ εἰς μορφὰς καὶ εἰς ἐνυποστατικὰς ἀρχὰς καὶ ὼς εἰπεῖν ἀνδριαντοπλασίας, τοῖς ἀφελέσι διὰ φαντασίας τὴν πλάνην ὑποσπείροντες, ἀνατυποῦσιν εἰς τὴν τῆς αἰσχρᾶς αὐτῶν καὶ μυθώδους τέχνης ὑποσποράν;