# Panarion (Adversus haereses) 4.3-3-11

Epiphanius, Panarion (Adversus haereses), 4.3 to 4.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/4.3-3

ὅθεν καὶ αἱ ἄλλαι αἱρέσεις ἀκούουσαι τὸ ῥῆμα τοῦτο πατέρα μὲν τῶν Ἰουδαίων φάσκουσιν εἶναι τὸν διάβολον ἔχειν δὲ πατέρα ἄλλον καὶ τὸν αὐτοῦ πατέρα πάλιν πατέρα. ἀλλὰ ἀθυρογλώττως φθέγγονται, τὴν διάνοιαν τυφλώττοντες. καὶ γὰρ ἐΠὶ τὸν πάντων δεσπότην, θεὸν Ἰουδαίων καὶ Χριστιανῶν καὶ πάντων, τὴν συγγένειαν ἐκείνῳ ἀνάγουσι, τοῦτον πατέρα τοῦ ἐκείνου πατρὸς εἶναι λέγοντες, τὸν νομοθετήσαντα διὰ Μωυσέως καὶ τοσαῦτα θαυμάσια πεποιηκότα. οὐκ ἔστιν δὲ τοῦτο, ὠ ἀγαπητοί. αὐτὸς γὰρ εὐθύς φησιν] ὁ κύριος, ἐν ἅπασιν ἡμῶν τὴν ἐπιμέλειαν ποιούμενος, ἕνα μὴ ἐν παρεκβάσει γενώμεθα τοῦ προκειμένου ἕτερα ἀνθ’ ἑτέρων σοφιζόμενοι καὶ διανοούμενοι, λέγων πατέρα αὐτῶν εἶναι τὸν διάβολον Ἰούδαν *, ὃν καὶ Σατανᾶν κέκληκεν καὶ διάβολον λέγων πρὸς τοὺς μεθητάς »οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην καὶ εἷς ἐξ ὑμῶν διάβολος;« οὐχὶ διάβολον λέγων φύσει, ἀλλὰ κατὰ τὴν γνώμην. πάλιν δὲ ἐν ἑτέρῳ τόπῳ λέγει πάτερ κύριε οὐρανοῦ καὶ γῆς, τήρησον τούτους οὓς δέδωκάς μοι. ὅτε ἤμην μετ’ αὐτῶν, ἐφύλαξα αὐτούς, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας«. πάλιν ἄλλοτε λέγει ὅτι »δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι κατὰ τὸ γεγραμμένον περὶ αὐτοῦ. οὐαὶ δὲ δί οὑ παραδοθήσεται. συνέφερεν γὰρ αὐτῷ εἰ οὐκ ἐγεννήθη«, καὶ τὰ ἑξῆς. ἄρα γοῦν ἐξ απαντος ἔγνωμεν ὡς περὶ τοῦ Ἰούδα ἔλεγεν τοῖς Ἰουδαίοις· »ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται«, καὶ ᾠ τις πείθεται, τοῦτον πατέρα ἔσχηκεν καὶ ἀρχηγὸν τῆς αὐτοῦ πειθοῦς. φησὶν οὐν ὁ κύριος »ὑμεῖς υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ«, ἐπειδὴ ἀντὶ τοῦ Χριστοῦ τῷ Ἰούδᾳ ἐπείσθησαν, καθάπερ ἀπὸ θεοῦ ἐκκλίνασα ἡ Εὔα τῷ ὄφει ἐξ ἀρχῆς ἐπείσθη. ἐπειτα ὅτι καὶ ψεύστης ἠν οὐ μόνον, ἀλλὰ καὶ κλέπτῃς κατὰ τὸ ἐν τῷ εὐαγγελίῳ εἰρημένον. διὸ καὶ αὐτῷ παρέδωκε τὸ γλωσσόκομον, ἵνα ἀναπολόγητος ᾖ διὰ φιλαργυρίαν τὸν ἴδιον δεσπότην παραδοὺς εἰς χεῖρας ἀνθρώπων.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
