# Panarion (Adversus haereses) 4.4-3-11

Epiphanius, Panarion (Adversus haereses), 4.4 to 4.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/4.4-3

καυλακαῦ γὰρ ἐν τῷ Ἠσαίᾳ γέγραπται, λέξις τις οὖσα ἐν τῇ δωδεκάτῃ ὁράσει, ἔνθα λέγει »θλίψιν ἐπὶ θλίψιν, ελπίδα ἐπ' ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν προσδέχου«· ὡς καὶ αὐτὰ τὰ Ἑβραϊκὰ ῥήματα τελειότατα ἐνταῦθα παραθήσομαι αὐταῖς λέξεσιν ὥς ἐστι γεγραμμένα· μένα· τὸ γὰρ σαυλασαῦ σαυλασαῦ ἑρμηνεύεται θλίψις ἐπὶ θλίψιν, καυλακαῦ καυλακαῦ ἐλπὶς ἐπ' ἐλπίδι, ζιηρσὰμ ζιηρσὰμ ἔτι μικρὸν ἔτι μικρὸν προσδέχου. ποῦ οὖν ἡ τούτων μυθολογία; ποῦ ἡ κίσσησις τῆς φαντασιολογίας; πόθεν τῷ κόσμῳ τὰ ζιζάνια; τίς ὁ ἀναγκάσας εἰς ἑαυτοὺς ἐπισπάσασθαι ὄλεθρον τοὺς ἀνθρώπους; εἰ μὲν γὰρ γινώ- σκοντες μετεποίησαν τὰς ὀνομασίας εἰς φαντασίαν, άπωλείας ἑαυτοῖς προφανῶς αἴτιοι γεγόνασιν· εἰ δὲ άγνοοῦντες ἃ μὴ ᾔδεισαν ἔφασαν, οὐδὲν αὐτῶν ἀθλιώτερον. μωρὰ γὰρ ταῦτα ὡς Μῶς, <ὡς> παντὶ τῷ σύνεσιν ἐν θεῷ κεκτημένῳ ἔνεστιν ἰδεῖν. ἡδυπαθείας γὰρ χάριν ἑαυτούς τε καὶ τοὺς πειθομένους ἀπώλεσαν καὶ ἀπολλύουσιν. πνεῦμα γάρ ἐστι πλάνης, ὥσπερ φύσημα ἐν αὐλῷ διαφόροις κινήσεσιν ἕκαστον τῶν ἀφρόνων κινοῦν κατὰ τῆς ἀληθείας. καὶ γὰρ καὶ αὐτὸς ὁ αὐλὸς μίμημά ἐστι τοῦ δράκοντος, δι’ οὗ ἐλάλησεν ὁ πονηρὸς καὶ ἠπάτησε τὴν Εὔαν. ἀπὸ τοῦ τύπου γὰρ ἐκείνου κατὰ μίμησιν ὁ αὐλὸς τοῖς ἀνθρώποις εἰς ἀπάτην κατεσκευάσθη. καὶ ὅρα τὸν τύπον ὃν αὐτὸς ὁ αὐλῶν ἐν τῷ αὐλῷ ποιεῖται. αὐλῶν γὰρ ἄνω ἀνανεύει καὶ κάτω κατανεύει. δεξιά τε κλίνει καὶ εὐώνυμα ὁμοίως ἐκείνῳ. τούτοις γὰρ καὶ ὁ διάβολος τοῖς σχήμασι κέχρηται, ἵνα κατὰ τῶν ἐπουρανίων ἐνδείξηται τὴν βλασφημίαν καὶ τὰ ἐπὶ τῆς γῆς ἀφανισμῷ ἀφανίσῃ καὶ ὁμοῦ συμπεριλάβῃ τὴν οἰκουμένην, δεξιά τε καὶ εὐώνυμα λυμαινόμενος τοὺς τῇ πλάνῃ πειθομένους τε καὶ θελγομένους ὥσπερ διὰ μουσικοῦ ὀργάνου ταῖς φωναῖς ταῖς πεπλασμέναις.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
