Ancient Greek
4.5 to 4.6
Epiphanius, Panarion (Adversus haereses) 4.5-5-6
Not analysed yet
ἕκαστον Τε τῶν στοιχείων ἴδια γράμματα καὶ ἴδιον χαραχτῆρα καὶ ἰδίαν ἐκφώνησιν καὶ σχήματα καὶ εἰκόνας ἔχειν καὶ μηδὲν αὐτῶν εἶναι, ὃ τὴν ἐκείνου καθορᾷ μορφήν, οὗπερ αὐτὸ στοιχεῖόν ἐστιν· ἀλλὰ οὐδὲ γινώσκειν †αὐτόν, οὐδὲ μὴν τὴν τοῦ πλησίον αὐτοῦ ἕκαστον ἐκφώνησιν γινώσκειν, ἀλλὰ ὃ †αὐτὸς ἐκφωνεῖ, ὡς τὸ πᾶς ἐκφωνοῦντα τὸ ὅλον ἡγεῖσθαι ὀνομάζειν. ἕκαστον γὰρ αὐτῶν μέρος ὂν τοῦ ὅλου τὸν ἴδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν καὶ μὴ παύσασθαι ἠχοῦντα, μέχρις ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἐσχάτου στοιχείου μονογλωσσήσαντα καταντήσαι.