Ancient Greek
4.7 to 4.8
Epiphanius, Panarion (Adversus haereses) 4.7-8
Not analysed yet
καὶ εἰ μὲν ἔλεγεν ὁ νόμος »ἐὰν ἅψησθε νεκροῦ«, κατὰ πάντων ἐξεφέρετο ἡ ψῆφος καὶ ἁπλῶς <ἐπὶ> παντὸς νεκροῦ ἠν ἐπικειμένη ἠ τοῦ ζητήματος ὁπότε δὲ λέγει Πὰν ἅψηταί τις τοῦ νεκροῦ«, ἐπὶ ἕνα τινὰ φέρει τὴν ἀγωγήν, φημὶ δὲ ἐπὶ τὸν κύριον, ὡς ἄνω μοι προδεδήλωται. ἔλεγε δὲ τοῦτο αἰνιγματωδῶς ἄρα ὁ νόμος διὰ τοὺς μέλλοντας χεῖρας ἐπιβάλλειν ἐπὶ τὸν Χριστὸν καὶ σταυρῷ παραδιδόναι, ὅτι χρείαν εἶχον οὑτοι καθαρισμοῦ, ἕως δύνῃ αὐτοῖς ἡ ἡμέρα καὶ ἀνατείλῃ αὐτοῖς ἄλλο φῶς διὰ τοῦ βαπτίσματος τοῦ ὕδατος, τοῦ »λουτροῦ τῆς παλιγγενεσίας«·