# Panarion (Adversus haereses) 4.8-3-14

Epiphanius, Panarion (Adversus haereses), 4.8 to 4.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/4.8-3

δι᾿ οὖ καῖ ἀπόλλεσθαι ἐκινδύνευον, δεύτερόν τινα, ὡς κατὰ περίστασιν ἦττον κακὸν ἀντὶ μείζονος ἀντικάταλλασσόμενος, τὸν τοῦ ἀποσταστίου νόμο ἀφ᾿ ἐαυτοῦ ἐνομοθέτησεν αὐτοῖς, ἵνα, ἐὰν ἐκεῖνον μὴ δύνωνται φυλάσσειν, κἄν τοῦτόν Τε φυλάξωσι καὶ μὴ εἰς ἀδικίας καὶ κακίας ἀκτραπῶσι, δι᾿ ὦν απώλεια αὐτοῖς ἔμελλεν τελετοτάτη ἐπακολουθήσειν. αὕτη μὲν ἡ τούτου γνώμη, καθ’ ἥν ἀντινομοθετῶν εὐρίσκεται τῷ θεῷ· πλὴν ὅτι γε Μωσέως αὐτοῦ δείκνυται ἐνταῦθα ἔτερος ὤν παρἂ τὸν τοῦ θεοῦ νόμον, ἀναμφισβήτητόν ἐστι, κἄν δι᾿ ἑνὸς τανῦν ὦμεν δεδειχότες. ὅτι δὲ καὶ τῶι πρεσβυτέρων εἰσίν τινες συμπεπλεγμέναι παραδόσεις ἐν τῷ νόμῳ, δηλοῖ καὶ τοῦτο ὁ σωτήρ. »ὁ γὰρ δέός« φησίν »εἶπεν, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται. ὑμεῖς δέ, φησίν, εἰρήκατε, τοῖς πρεσβυτέροις λέγων· δῶρον τῷ θεῷ ὃ ἐὰν ὠφεληθῇς ἐξ ἐμοῦ, καὶ ἠκυρώσατε τὸν νόμον τοῦ δεοῦ, διὰ τὴν πσράδοσιν ὑμῶν τῶι πρεσβυτέρων. τοῦτο Τε Ἠσαΐας ἐξεφώνησεν εἰπών· ὁ λαὸς οὖτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀΠ’ ἐμοῦ. μάτη δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων«. σαφῶς οὖν ἐκ τοὐτων εἰς τρία διιρούμενος ὁ σύμπας ἐκεῖνος δείκνυται νόμος· Μωσέως τε γὰρ αὐτοῦ καὶ τῶν πρεσβυτέρων καὶ αὐτοῦ τοῦ δεοῦ εὕρομεν νομοθεσίαν ἐν αὐτῷ. αὕτη μὲν οὖν ἡ διαίρεσις τοῦ σύμπαντος ἐκείνου νόμου ὦδε ἡμῖν διαιρεθεῖσα τὸ ἐν αὐτῷ ἀληθὲς ἀναπέφαγκεν.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
