Ancient Greek
Κατὰ Ἀρχοντικῶν κݲ, τῆς δὲ ἀκολουθίας μݲ., Chapter 4
Epiphanius, Panarion (Adversus haereses) 4.8-5
Not analysed yet
ποίαν δέ φημι, ἀλλ᾿ ἢ διὰ τὸν ῥυθμὸν τοῦ ὕμνου, διὰ τὴν ἄνω ἀκήρατον δοξολογίαν, δι᾿ ἣν ἠθέλησεν ὁ ἄφθονος ἡμῶν θεὸς καὶ βασιλεὺς χαρίσασθαι ἑκάστῳ τῶν ὑπ᾿ αὐτοῦ γεγενημένων δόξαν προσήκουσαν, ἵνα τῆς αὐτοῦ βασιλείας τὸ φαιδρὸν καὶ ἀκατάληπτον καὶ ἔκπληκτον ἀεὶ δοξάζηται. σαφῶς τοίνυν ἐκεῖνοι πεπλάνηνται, τὴν χάριν τοῦ θεοῦ ἀγνοήσαντες.