# Panarion (Adversus haereses) 4.9-4-11

Epiphanius, Panarion (Adversus haereses), 4.9 to 4.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/4.9-4

μετὰ γὰρ τὰ προειρημένα ὀνόματά φασιν οἱ περὶ Ἡσίοδον καὶ Ὀρφέα καὶ Στησίχορον γεγενῆσθαι Οὐρανόν τε καὶ Τάρταρον, Κρόνον τε καὶ ῥέαν, Δία τε καὶ Ἥραν καὶ Ἀπόλλωνα, Ποσειδῶνά τε καὶ Πλούτωνα, καὶ μυρίους λοιπὸν τοὺς παρ’ αὐτοῖς ὀνομαζομένους 〈θεούς〉. πολλὴ γὰρ τούτων ἡ ἀπατηλὸς ἐξ ὑπονοίας πλάνη, ἥτις κενοφωνίαν ἐγκισσήσασα καὶ ἐξευραμένη πολλοὺς μύθους ἐποιητευσατο. Καὶ αὕτη ἐστὶν δοκοῦσα φαντάζειν τὴν τῶν ἀπατωμένων τούτων διάνοιαν. γελοῖα δὲ εὐθὺς πᾶσιν εὑρίσκεται ταῦτα τοῖς κατὰ θεὸν τὸν νοῦν πεφωτισμένοις. παρελθὼν δὲ ταῦτα αὐθις ταῖς ἀπὸ τῶν βιβλίων αὐτῶν ἀκολουθίαις * πρὸς ἔπος ἔπος κατὰ λέξιν τὴν παράθεσιν τῆς παρ᾿ αὐτοῖς ἀναγνώσσεως, λέγω δὴ τῆς βίβλου, ἐνταῦθα ποιήσομαι, καὶ ἔστιν τάδε·

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
