# Panarion (Adversus haereses) 5-10

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Σηθιανῶν ιθ, τῆς δὲ ἀκολουθίας λݲθݲ., Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/5-10

5. Βίβλους δὲ τινας συγγράφοντες ἐξ ὀνόματος μεγάλων ἀνδρῶν, ἐξ ὀνόματος μὲν Σὴθ ἑπτὰ λέγουσιν εἶναι βίβλους, ἄλλας δὲ βίβλους ἑτέρας Ἀλλογενεῖς οὕτω καλοῦσιν, ἄλλην δὲ ἐξ ὀνόματος Ἀβραάμ, ἣν καὶ ἀποκάλυψιν φάσκουσιν εἶναι, πάσης κακίας ἔμπλεον, ἑτέρας δὲ ἐξ ὀνόματος τοῦ Μωυσέως καὶ ἄλλας ἄλλων. εἰς μωρίαν δὲ πολλὴν τὸν νοῦν ἑαυτῶν κατάγοντες γυναῖκά τινα Ὡραίαν λέγουσιν εἶναι τοῦ Σήθ. ὅρα δέ μοι, ἀγαπητέ. τὴν τούτων ἄνοιαν, ἵνα κατὰ πάντα τρόπον καταγνῷς τῆς αὐτῶν δραματουργίας καὶ μυθώδους ματαιοφροσύνης καὶ ἐπιπλάστου ληρολογίας. εἰσὲ μὲν γὰρ ἄλλαι τινὲς αἱρέσεις, αἵτινες δύναμίν τινα εἶναι λέγουσιν, ἣν καλοῦσιν τικῶς Ὡραίαν· τὴν παρ᾿ ἄλλοις τοίνυν νομιζομένην δύναμιν Ὡραίαν τε καλουμένην οὗτοι γυναῖκα τοῦ Σὴθ λέγουσιν. ὅθεν δυνά- μεθά τε ἀποδεῖξαι, ὡς ἴστε, ἀγαπητοί, καὶ φύσει ἄνθρωπον τὸν Σὴθ καὶ οὐχὶ ἄνωθέν τι παρηλλαγμένον λαβόντα, ἀδελφόν τε ὄντα φύσει τοῦ Κάϊν καὶ Ἄβελ ἐξ ἑνὸς πατρὸς καὶ μιᾶς μητρός. »ἔγνω γάρ« φησίν »Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοὺ καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν«, καὶ ἐπέθετο αὐτῷ ὄνομα Κάϊν, ὅπερ ἑρμηνεύεται κτῆσις, λέγων »ἐκτησάμην υἱὸν διὰ κυρίου θεοῦ«. καὶ πάλιν <κατὰ> τὸν Ἄβελ »ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἄβελ«. καὶ μετὰ πολλὰ μετὰ τὸ ἀποθανεῖν τὸν Ἄβελ »καὶ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σήθ«, ὅπερ ἑρμηνεύεται ἀνταλλαγή· »ἀνέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν«. τὸ δέ »ἐκτησάμην διὰ θεοῦ« καί »ἀνέστησέν μοι ὁ θεός‘ ἴνα θεὸν δείκνυσι τὸν πάντων ποιητὴν καὶ δότην τῶν γεγεννημένων. ὅτι δὲ οὗτοι ἴσχον γυναῖκας, ὅ τε Κάϊν καὶ ὁ Σήθ, δῆλον· ὁ γὰρ Ἄβελ νεώτερος ἀπεκτάνθη, μηδέπω γήμας.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
