# Panarion (Adversus haereses) 5-11

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Μαρκιωνιστῶν κβ, τῆς δὲ ἀκολουθίας μβ., Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/5-11

5. Πανταχόθεν δὲ πίπτει ἡ αὐτοῦ ματαία κενοφωνία, ὡς ἤδη μοι ἐν ἄλλαις αἱρέσεσι πεπραγμάτευται. πῶς γὰρ ἀναστήσεται ἡ μὴ πεπτωκυῖα ψυχή; ἀνάστασις δὲ πῶς αὐτῆς κληθήσεται, τῆς μὴ πεσούσης ψυχῆς; πᾶν γὰρ τὸ πῖπτον ἀναστάσεως δεῖται· πίπτει δὲ οὐχὶ ψυχή, ἀλλὰ σῶμα. ὅθεν καὶ δικαίως πτῶμα αὐτὸ ἡ συνήθεια εἴωθεν καλεῖν καὶ αὐτὸς ὁ κύριος εἰπὼν ὅτι »ὅπου πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί«. καὶ γὰρ ἐν τοῖς μνήμασιν οὐ κατακλείομεν ψυχάς, ἀλλὰ σώματα κατατιθέαμεν ἐν γῇ καταχώσαντες, ὧν ἡ ἀνάστασις εἰς ἐλπίδα ἔχει τὸ κήρυγμα, καθάπερ ὁ τοῦ σίτου κόκκος· ὡς καὶ ὁ ἄγιος ἀπόστολος τὴν μαρτυρίαν ἤνεγκεν περὶ τοῦ κόκκου τοῦ σίτου καὶ τῶν ἄλλων σπερμάτων καὶ αὐτὸς δὲ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι ἐὰν μὴ πεσὼν ὁ κόκκος τοῦ σίτου ἀποθάνῃ, μόνος μένει« ὁ δὲ ἅγιος ἀπόστολός φησιν »ἄφρων« (ἄφρονα γὰρ καλεῖ τὸν ἄπιστον τὸν ὅλως ἀμφιβάλλοντα καὶ λέγοντα »πῶς ἡ ἀνάστασις γίνεται; ποίῳ δὲ σώματι ἔρχονται;« καὶ εὐθὺς πρὸς τοὺς τοιούτους φησίν) »ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ται, ἐὰν μὴ ἀποθάνῃ«. καὶ ἔδειξεν ἐξ απαντος η γραφη του πεπτωκοτος κοκκου τουτεστιν του σωματος τοῦ θαπτομένου καὶ οὐ ψυχῆς τὴν ἀνάστασιν γίνεσθαι. πῶς δὲ ψυχὴ ἐλεύσεται μόνη; πῶς δὲ βασιλεύσει μόνη ἡ ὁμοῦ σὺν σώματι ἐργασαμένη τὸ δίκαιον ἢ τὸ φαῦλον; ἔσται γὰρ ἐναντία καὶ οὐ δικαία η κρίσις.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
