# Panarion (Adversus haereses) 5-12

Epiphanius, Panarion (Adversus haereses), Κατὰ τῶν κατὰ Φρύγας ἤτοι Μοντανιστῶν καλουμένων ἢ καὶ Τασκοδρουγιτῶν κݲηݲ, τῆς δὲ ἀκολουθίας μݲηݲ., Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/5-12

5. Καὶ γὰρ ἀληθῶς ἔστιν ἰδεῖν ὡς δικαίως ἔκστασιν ταύτην ἡ θεία γραφὴ κέκληκεν. ἐν τῷ γὰρ ὑπνοῦν τὸν ἄνθρωπον μεθίστανται πᾶσαι αἱ αἰσθήσεις, εἰς ἀνάπαυσιν τραπεῖσαι, ὡς οἷον εἰπεῖν παροῦσα ἡ διορατικὴ οὐχ ὁρᾷ· ἀποκέκλεισται γὰρ τὸ ὄμμα καὶ ἡσυχάζει τὸ κινοῦν ἐν τῷ ἀνθρώπῳ πνεῦμα εἴτ᾿ οὖν <ἡ> ψυχή. δυσοδμίας οὔσης ἐν οὔκῳ ἢ καὶ εὐοδμίας, καίτοι γε παρούσης τῆς ὀσφραντικῆς αἰσθήσεως, οὐκ ἀντιλαμβάνεται· ἐξέστη γὰρ ἡ τοιαύτη αἴσθησις εἰς ἀνάπαυσιν τραπεῖσα. πικρῶν ὄντων χυμῶν ἐν τῷ στόματι ἢ ἁλμυρῶν ἢ γλυκέων τὸ γευστικὸν οὐκ αἰσθάνεται, ἐπειδὴ γὰρ ἐν ἐκστάσει τῆς ἀναπαύσεως κεῖται μὴ ἐνεργοῦν, ὅπερ ἐν τῷ ὕπαρ ὄντι ἐνήργει. ἀκοὴ πάρεστιν, ἀλλὰ ἀργεῖ τὸ ἀκουστικὸν κατὰ τὴν αἴσθησιν. καὶ πολλάκις τινῶν λαλούντων ἐν οἴκῳ, εἰ μή τι διυπνισθῇ ὁ ἄνθρωπος, οὐκ ἐπακούει τῶν παρά τινων ῥηθέντων διὰ τὸ ἀποστῆναι τὴν ἐνέργειαν πρὸς τὴν ὥραν. τινῶν κνωδάλων διερχομένων διὰ τοῦ ἡμετέρου σώματος οὐκ αἰσθανόμεθα τῆς αὐτῶν περὶ τὸ σῶμα ἡμῶν ἁφῆς, εἰ μή τι βαρέως ἡμῖν ἐπιθῶνται τὰ κνώδαλα, ὡς τοῦ παντὸς ὀργάνου διὰ τὴν ἀνάπαυσιν τοῦ ὕπνου ἐκστάντος ἀπὸ τῆς ἐνεργίας. τὸ μὲν γὰρ ὄργανον, φύσεως ὂν γηίνης καὶ περὶ τὴν ψυχὴν ἔχον, διὰ τὸ οὕτως ἐκ θεοῦ [τὸ] χρήσιμον ἡμῖν γεγενῆσθαι ἀποδίδοται αὐτῷ καιρὸς μεθιστῶν αὐτὸ ἀπὸ τῆς ἐναργεστάτης αἰσθήσεως εἰς κατάστασιν ἀναπαύσεως· αὐτὴ δὲ ἡ ψυχὴ οὐκ ἐξέστη τοῦ ἡγεμονικοῦ οὐδὲ τοῦ φρονήματος. πολλάκις γὰρ φαντάζεται καὶ ὁρᾷ ἑαυτὴν ὡς ἐν ἐγρηγόρσει καὶ περιπατεῖ καὶ ἐργάζεται καὶ ποντοπορεῖ καὶ δημηγορεῖ, καὶ ἐν πλείοσι καὶ ἐν μείζοσι τούτων δι᾿ ὀνειράτων ἑαυτὴν θεωμένη· οὐ μὴν κατὰ τὸν ἀφραίνοντα καὶ ἐν ἐκστάσει γινόμενον ἐκστατικὸν ἄνθρωπον, τὸν τῷ σώματι καὶ τῇ ψυχῇ ἐγρηγορότα τὰ δεινὰ μεταχειριζόμενον καὶ πολλάκις ἑαυτῷ δεινῶς χρώμενον καὶ τοῖς πέλας· ἀγνοεῖ γὰρ ἃ φθέγγεται καὶ πράττει, ἐπειδήπερ ἐν ἐκστάσει γέγονεν ἀφροςύνης ὁ τοιοῦτος.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
