# Panarion (Adversus haereses) 5-15

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Ἀποστολικῶν μݲαݲ, τῆς δὲ ἀκολουθίας ξݲαݲ., Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/5-15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epiphanius/panarion-adversus-haereses/5-15
CTS URN: urn:cts:greekLit:tlg2021.tlg002:5-15

5. Ἀλλὰ μή τινες πάλιν ὑδαρευόμενοι νομίσωσιν, ἐὰν εἴπωμεν περὶ παρθένου διατάξασθαι τὸν ἀπόστολον τὸ γῆμαι, μὴ τὴν ἅπαξ ὁρίσασαν παρθενίαν θεῷ κατασπάσαι τοῦ ἰδίου δρόμου βουλόμενος ὁ ἀπόστολος ταῦτα διετάξατο. οὐ γὰρ περὶ τούτων ὁ λόγος, ἀλλὰ περὶ παρθένων ὑπεράκμων τῶν οὐ διὰ παρθενίαν ἐν τῇ ἀκμῇ παραμειναςῶν, ἀλλὰ διὰ τὸ ἠπορηκέναι ἀνδρῶν πρὸς γάμον. ἐξ Ἰουδαίων γὰρ ὁρμώμενοι οἱ ἀπόστολοι καὶ κατὰ τὸν νόμον πολιτευςάμενοι τὴν ἀρχὴν τοῦ κηρύγματος ἐποιήσαντο, θεσμοῖς ἔτι κατεχόμενοι τοῖς ἐν τῷ νόμῳ, οὐ κατά τινα σαρκὸς δικαίωσιν, ἀλλὰ κατὰ τὴν ἐμμελῆ τοῦ νόμου ἀσφάλειαν καὶ ἀκριβολογίαν. θαυμαστῶς γὰρ ἐκήρυττεν ὁ νόμος μὴ δοῦναι τὰς θυγατέρας τοὺς Ἰσραγλίτας τοῖς ἀλλοφύλοις, ἵνα μὴ ἀποπλανῶσιν αὐτὰς ἐπὶ τὰ εἴδωλα. ἕκαστος τοίνυν τῶν πιστευςάντων τότε προσετάσσετο οὐκέτι Ἰουδαίοις ἐκδίδοσθαι τὴν ἑαυτοῦ παρθένον, ἀλλὰ Χριστιανοῖς ὁμοδόξοις καὶ ὁμογνώμοσι. νέου δὲ ὄντος τοῦ κηρύγματος οὔπω πλῆθος κατὰ τόπον καὶ τόπον Χριστιανῶν ὑπῆρχε καὶ Χριστιανικῆς διδασκαλίας. οἵτινες οὖν τότε ἔσχον θυγατέρας παρθένους, μὴ εὐποροῦντες ἐκδίδοσθαι Χριστιανοῖς, ἐφύλαττον τὰς ἑαυτῶν παρθένους ἄχρι πολλοῦ τοῦ χρόνου, ἐκεῖναι δὲ ὑπερακμάζουσαι περιέπιπτον πορνείᾳ διὰ τὴν κατὰ φύσιν ἀνάγκην. ὁ γοῦν ἀπόστολος ὁρῶν τὸ ἐπιζήμιον <τὸ> διὰ τῆς ἀκριβολογίας συμβαῖνον ἐπέτρεψε λέγων »εἰ δέ τις βούλεται <ἐκδοῦναι> τὴν ἑαυτοῦ παρθένον«, καὶ οὐκ εἶπε »τὴν ἰδίαν παρθενίαν« οὐ γὰρ περὶ τοῦ ἰδίου σώματος ἔλεγεν, ἀλλὰ περὶ τοῦ πατρὸς φυλάσσοντος παρθένον· εἰ δὲ καὶ τὴν ἑαυτοῦ παρθένον τὸ ἴδιον σῶμα λέγει, οὐδὲν κωλύσει. φηςὶν οὖν »<ὅς> ἕστηκεν ἑδραῖος ἐν τῷ ἰδίῳ νῷ καὶ τοῦτο ὀφείλει ποιῆσαι, γαμείτω, φηςίν, οὐχ ἁμαρτάνει. γα- μείτω, ᾧ δ᾽ ἂν εὐποροίη, οὐχ ἁμαρτάνει". καὶ διὰ τοῦτό φησιν· "δέδεσαι γυναικί, μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός, μὴ ζήτει γυναῖκα". ὁ λέγων "θέλω πάντας εἶναι ὡς ἐμαυτόν" ἔλεγεν καί "εἰ οὐκ ἐγκρατεύονται, γαμείτωσαν".

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
