# Panarion (Adversus haereses) 5-8

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Σεκουνδιανῶν οἶς συνήφθη Ἐπιφάνης καὶ Ἰσίδωρος ιݲβݲ, τῆς δὲ άκολουθίας λݲβݲ., Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/5-8

5. »Ταύτας παρεθέμην τὰς φωνάς«, <φησὶν> ὁ κατὰ τούτων γράψας, »εἰς ἔλεγχον τῶν μὴ βιούντων ὀρθῶς«, καὶ Βασιλειδιανῶν καὶ Καρποκρα- 20 τιανῶν καὶ τῶν ἀπὸ Οὐαλεντίνου καὶ τῶν Ἐπιφάνους καλουμένων, ᾡ δὴ συνήφθη Σκεοῦνδος ὸ προτεταγμένος. ἐξ άλλήλων γὰρ ἕκαστος, ἤτοι οὑτος ἐκείνῳ μεταδοὺς ἢ ἐκεῖνος τούτῳ. τὰ δεινὰ ἀπεμπολή- σαντες καὶ εἴς τι πρὸς ἀλλήλους διαφερόμενοι, ὅμως ἐν μιᾷ αἱρέσει ἑαυτοὺς κατέθεντο, »ὥστε καὶ ἔχειν ἐξουσίαν ἐδογμάτισαν καὶ τοῦ ἁμαρ- τάνειν διὰ τὴν τελειότητα, ἦ πάντως Τε σωθησομένων φύσει, κἄν τε νυνὶ ἁμάρτωσι, διὰ τὴν ἔμφυτον ἐκλογήν, ἐπεὶ μηδὲ τὰ αὐτὰ αὐτοῖς πράττειν συγχωροῦσιν οἱ προπάτορες τῶν δογμάτων τούτων«. »Φασὶ δὲ καὶ οὖτοι ὡς ἐπὶ τὸ ὑψηλότερον καὶ γνωστικώτερον ἐπεκ- τεινόμενοι τὴν πρώτην τετράδα οὕτως· ἔστι τις πρὸ πάντων προαρχὴ προανεννόνητος, ἄρρητός τε καὶ ἀνονόμαστος, ἥν ἐγὼ Μονότητα καλῶ. ταύτῃ τῇ Μονότητι συνυπάρχει δύναμις, ἥν καὶ αὐτὴν ὀνομάζω Ἐνό- τητα. αὕτη ἡ Ἐνότης ἥ τε Μονότης, τὸ Ἔν οὖσαι, προήκαντο, μὴ πρόέ- μεναι. ἀρχὴν ἐπῖ πάντων νητήν, ἀγέννητόν τε καὶ ἀόρατον, ἥν ἀρχὴν ὁ λόγος Μονάδα καλεῖ. ταύτῃ τῇ Μονάδι συνυπάρχει δύναμις ὁμοούσιος αὐτῇ, ἥν καὶ αὐτὴν ὀνομάζω τὸ Ἔν. αὖται αἱ δυνάμεις, ἥ τε Μονότης καὶ Ἐνότης, Μονάς τε καὶ τὸ Ἔν, προήκαντο τὰς λοιπὰς προβολὰς τῶν αιωνων«.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
