Ancient Greek
5.1 to 5.5
Epiphanius, Panarion (Adversus haereses) 5.1-5-5
Not analysed yet
5. Παρὰ φρονίμοις, παρὰ δὲ ψυχικοῖς, παρὰ δὲ σαρκικοῖς, παρὰ δὲ κοσμικοῖς παρὰ δὲ τῷ Μεγέθει *νοῦς ἀκατάργητος τοῖς ἀκαταργήτοις χαίρειν. Ἀνονομάστων ἐγὼ καὶ ἀρρήτων καὶ ὐπερουρανίων μνείαν ποιοῦμαι μυστηρίων πρὸς ὑμᾶς, οὔτε ἀρχαῖς οὔτε ἐξουσίαις οὔτε ὑποταγαῖς οὔτε πάσῃ συγχύσει περινοηθῆναι δυναμέ΄νων, μόνῃ δὲ τῇ τοῦ Ἀτρέπτου ἐννοίᾳ πεφανερωμένων. ὅτε γὰρ >ἀρχῆς ὁ Αὐτοπάτωρ αὐτὸς ἐν ἐαυτῷ περιεῖχε τὰ πάντα, ὄντα ἐν ἑαυτῷ ἐν ἀγνωσίᾳ, ὃν καλοῦσί τινες Αἰῶνα ἀγήρατον ἀεὶ νεάζοντα, ἀρρενόθηλυν, ὃς πάντοτε περιέχει τὰ πάντα καὶ οὐκ ἐνπερειέχεται, τότε ἡ ἐν αὐτῷ Ἔννοια ἠθέλησεν —ἐχείνη, ἣν τινες Ἔν- Σιγὴν προσηγόρευσαν, ὅτι δι᾿ ἐνθυμήσεως χωρὶς λόγου τὰ ἅπαντα τὸ Μέγεθος ἐτελείωσεν —ὡς οὖν προεῖπον, ἠ ἄφθαρτος >αἰώνια βουληθεῖσα δεσμὰ ῥῆξαι ἐθήλυνε τὸ Μέγεθος ἐπ᾿ ὀρέξει ἀναπαύσεως αὐτοῦ. καὶ αὕτη μιγεῖσα ἀνέδειξε τὸν Πατέρα τῆς ἀληθείας, ὃν οἰκείως οἱ τέλειοι Ἀνθρωπον ὠνόμασαν, ὅτι ἦι ἀντίτυπος τοῦ προόντος Ἀγεννήτου.