# Panarion (Adversus haereses) 5.1-7-5

Epiphanius, Panarion (Adversus haereses), 5.1 to 5.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/5.1-7

Τὸ δέλτα στοιχεῖον γράμματα ἐν ἑαυτῷ ἔχει πέντε, αὐτό τε τὸ δέλτα καὶ τὸ ε καὶ τὸ λάμβδα καὶ τὸ ταῦ καὶ τὸ ἄλφα, καὶ ταῦτα πάλιν τὰ γράμματα δι᾿ ἄλλων γράφεται γραμμάτων καὶ τὰ ἄλλα δι᾿ ἄλλων, εἰ οὖν ἡ πᾶσα ὑπόστασις τοῦ δέλτα εἰς ἄπειρον ἐκπίπτει, ἀεὶ ἄλλων ἄλλα γράμματα γεννώντων καὶ διαδεχομένων ἄλληλα, πόσῳ μᾶλλον ἐκείνου τοῦ στοιχείου μεῖζον εἶναι τὸ πέλαγος τῶν γραμμάτων; καὶ εἰ τὸ ἓν γράμμα οὕτως ἄπειρον, ὅρα ὅλου τοῦ ὀνόματος τὸν βυθὸν τῶν γραμμάτων, ἐξ ὧν τὸν Προπάτορα ἡ Μάρκου Σιγὴ συνεστάναι ἐδογμάτισε. διὸ καὶ τὸv Πατέρα ἐπιστάμενον τὸ ἀχώρητον αὐτοῦ δεδωκέναι τοῖς στοιχείοις, ἃ καὶ Αἰῶνας καλεῖ, ἑνὶ ἑκάστῳ αὐτῶν τὴν ἰδίαν ἐκφώνησιν ἐκβοᾶν, διὰ τὸ μὴ δύνασθαι ἕνα τὸ ὅλον ἐκφωνεῖν. Ταῦτα δὲ σαφηνίσασαν αὐτῷ τὴν Τετρακτὺν εἰπεῖν· θέλω δή σοι καὶ αὐτὴν ἐπιδεῖξαι τὴν Ἀλήθειαν. κατήγαγον γὰρ αὐτὸν ἐκ τῶν ὕπερθεν δωμάτων, ἵν᾿ ἐσίδῃς αὐτὴν γυμνὴν καὶ καταμάθῃς τὸ κάΜ αὐτῆς, ἀλλὰ καὶ ἀκούσῆς αὐτῆς λαλούσης καὶ θαυμάσῃς τὸ φρόνιμον αὐτῆς.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
