# Panarion (Adversus haereses) 5.1-8-5

Epiphanius, Panarion (Adversus haereses), 5.1 to 5.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/5.1-8

5. Ἐπειδὴ δέ σοι δοκεῖ, Ἡρακλέων, τοῦτο λέγεσθαι ὕλην, τῶν ἀνθρώπων τὰ σώματα καὶ τὸν ἐνθάδε κόσμον ἅπαντα, ἐπὶ ποίῳ σκοπῷ τὴν ἑαυτοῦ ψυχὴν ὁ Δημιουργὸς τῇ ὕλῃ ἐγκατέμιξεν; εἰ μὲν τὸ πονηρὸν ἀγνοῶν, οὐ δύναται δημιουργεῖν ὁ μὴ γινώσκων ὃ βούλεται δημιουργῆσαι. οὔτε γὰρ ἡμεῖς τι πράττομεν καθ᾿ ἑκάστην τέχνην, ἐργαζόμενοι ὅπερ οὐ νοοῦμεν. καὶ προενθυμούμεθα γὰρ ὃ ἐπιτελεῖν βουλόμεθα καὶ οἴδαμεν πρὶν ποιῆσαι ὃ ἐπιτελέσαι προῃρήμεθα. καίτοι γε ἡμεῖς ἀσθενεῖς ὄντες καὶ πολλὰ ἀποδέοντες τῆς τοῦ θεοῦ δυνάμεως, διὰ δὲ τῆς ὑπ᾿ αὐτοῦ κεχαρισμένης συνέσεως τοῖς ἀνθρώποις οἴδαμεν καὶ νοοῦμεν. συμβέβηκεν δέ σοι, ὦ Ἡρακλέων, ἡ ἐκ θεοῦ σύνεσις εἰς βλάβην, ὅτι μὴ κατὰ θεὸν αὐτὴν πραγματεύῃ, ἀλλὰ κατὰ πονηρὰν ἐπιτήδευσιν. ἔτι δὲ πάλιν ἐρῶ, πόθεν ἡ τοῦ πνευματικοῦ μῖξις τῷ ψυχικῷ τε καὶ ὑλικῷ, ὃ δὴ λέγεται παρὰ σοὶ ἔσω ἄνθρωπος τῷ δευτέρῳ καὶ τρίτῳ ἔξω ἀνθρώπῳ συνημμένος, φημὶ δὴ ψυχῇ καὶ σώματι; καὶ εἰ μὲν ἐκ βουλήματος τῆς ἄνω δυνάμεως τοῦ τῶν ὅλων Πατρός, φημὶ δὲ τοῦ κατὰ σὲ Βυθοῦ, ἄρα γε οὐκ ἀκοινώνητος τοῖς ἄνω ὡς ἔφην) ἡ ἐνταῦθα περὶ ἡμᾶς κτίσις συγκαταμιγνυμένη, διὰ τῆς τοῦ Πατρὸς ἄνω εὐδοκίας καὶ] τοῦ ἄνωθεν παρ᾿ αὐτοῦ καταπεμφθέντος σπινθῆρος, ὅ ἐστιν ὁ πνευματικὸς κατὰ σὲ καὶ ἐσώτατος ἄνθρωπος.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
