Ancient Greek
Κατὰ Ἀρχοντικῶν κݲ, τῆς δὲ ἀκολουθίας μݲ., Chapter 5
Epiphanius, Panarion (Adversus haereses) 5.10
Not analysed yet
τὸ Ἢλ θεός, τὸ Ἐλωεὶμ θεὸς ἀεί, τὸ Ἠλὶ θεός μου, τὸ Σαδδαῒ ὁ ἱκανός, τὸ Ῥαββωνὶ ὁ κύριος, τὸ Ἰὰ κύριος, τὸ Ἀδωναῒ ὁ ὢν κύριος, τὸ Ἰαβὲ ὃς ἦν καὶ ἔστιν ὁ ἀεὶ ὤν, ὡς ἑρμηνεύει τῷ Μωυσῇ »ὁ ὤν ἀπέσταλκέ με, ἐρεῖς πρὸς αὐτούς«, καὶ τὸ Ἐλλιὼν ὕψιστος, καὶ τὸ Σαβαὼρ δυνάμεων ἑρμηνεύεται. κύριος οὖν Σαβαὼθ κύριος τῶν δυνάμεων.