Ancient Greek
5.14 to 5.15
Epiphanius, Panarion (Adversus haereses) 5.14-15
Not analysed yet
ἅμα δὲ καὶ εἰς ἀνάμνησιν τῆς ἀληθινῆς νηστείας, ἵνα οἱ μηδέπω ἐκείνην δυνάμενοι νηστεύειν ἀπὸ τῆς κατὰ τὸ φαινόμενον νηστείας ἔχωσι τὴν ἀνάμνησιν αὐτῆς. καὶ τὸ πάΠα δὲ ὁμοίως καὶ τὰ ἄζυμα, ὅτι εἰκόνες ἦσαν, δηλοῖ καὶ Παῦλος ὁ ἀπόστολος »τὸ δὲ πάΠα ἡμῶν, λέγων, ἐτύθη Χριστός«, καί »ἵνα ἦτε, φησίν, ἄζυμοι, μὴ μετέχοντες ζύμης (ζύμην δὲ νῦν τὴν κακίαν λέγει), ἀλλ᾿ ἦτε νέον φύραμα«.