# Panarion (Adversus haereses) 5.2-2-8

Epiphanius, Panarion (Adversus haereses), 5.2 to 5.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/5.2-2

μετὰ γὰρ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐδωρήσατο αὐτῷ καὶ ἀνάστασιν νεκρῶν καὶ κάθαρσιν λέπρας καὶ ἰαμάτων δυνάμεις καὶ ἀπέλασιν δαιμονίων, ἵνα μὴ μόνον ἀπὸ τοῦ λόγου πείσῆ τοὺς ἀκούοντας, ἀλλὰ καὶ ἀπ᾿ αὐτοῦ τοῦ ἔργου <δύνηται> κηρῦξαι εὐαγγέλια, τοῖς ἀπολλυμένοις ὅτι σωθήσονται διὰ μετανοίας καὶ τοῖς πεπτωκόσιν ὅτι ἀναστήσονται καὶ τοῖς τεθνεῶσιν ὅτι ζωογονηθήσονται. καὶ αὐτὸς μὲν οὖν ὁ Ματθαῖος Ἑβραϊκοῖς γράμμασι γράφει τὸ εὐαγγέλιον καὶ κηρύττει, καὶ ἄρχεται οὐκ ἀπ᾿ ἀρχῆς, ἀλλὰ διηγεῖται μὲν τὴν γενεαλογίαν ἀπὸ τοῦ Ἀβραάμ· »Ἀβραάμ, φησίν, ἐγέννησε τὸν Ἰσαὰκ καὶ Ἰσαὰκ τὸν Ἰακώβ« καὶ τὰ ἑξῆς ἄχρι τοῦ Ἰωσὴφ καὶ μαρίας. καὶ ἀπ᾿ ἀρχῆς τάττει λέγων »βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ«, εἶτά φησιν »υἱοῦ Ἀβραάμ«, εἶτα ἐλθὼν ἐπ᾿ αὐτὸ τὸ ζητούμενόν φῃσι »τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς ηὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. καὶ Ἰωσὴφ δίκαιος ὢν ἐξήτει ἀπολῦσαι αὐτὸν λάθρα. καὶ ἰδού, ἄγγελος κυρίου ἐφάνη αὐτῷ κατ᾿ ὄναρ λέγων, μὴ ἀπολύσῆς τὴν γυναῖά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. ἰδοὺ γάρ, γεννήσει υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν. καὶ τοῦτο, φησί, γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἴξει, καὶ τὰ ἑξῆς. καὶ ἐγερθείς, φησίν, ἀπὸ τοῦ ὕπνου ἐποίησεν οὕτως ὁ Ἰωσὴφ καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἔως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. τοῦ δὲ Ἰησοῦ γεννηθέντος, φησίν, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλὴμ λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ«.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
