# Panarion (Adversus haereses) 5.2-3-8

Epiphanius, Panarion (Adversus haereses), 5.2 to 5.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/5.2-3

ὁρᾷς γὰρ πῶς ἑνὶ ὀνόματι κέχρηται καἲ μιᾷ ὀνομασίᾳ, οὐκ ἀρνούμενος τὸν μονογενῆ θεόν. οἶδε γὰρ αὐτὸν κύριον καὶ οἶδεν αὐτὸν θεόν· διὸ ἀσφαλιζόμενος λέγει »καὶ εἷς αὐτὸν κύριον καὶ οἶδεν αὐτὸν θεόν· διὸ ἀσφαλιζόμενος λέγει »καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα«. καὶ ἐπὶ μὲν τοῦ κυρίου τοῦτο λέγων οὐ τοὺ αὐτὸν ἐσήμανεν εἶναι πατέρα καὶ τὸν αὐτὸν, ἀλλὰ ἔσειξε τὸν μὲν πατέρα πατέρα ὄντα, τὸν δὲ υἱὸνυ υἱὸν ἀηξθῶς, ἐπειδὴ τῷ εἶναι »εἷς θεός« ἐπὶ τῷ πατρὶ οὐχ ὡς ἀρνούμενος ἐπὶ τῷ υἱῷ τὸ εἶναι θεὸς <ἐλεγεν> (εἰ γὰρ μὴ θεός, οὔτε κύριος· ἐπιδὴ δὲ κύριος, καὶ θεός), ἀλλὰ εἰς μίαν ὀνομασίαν ἄγειν ἀναγκαζόμενος ὑπὸ τοῦ ἁγίου πνεύματος ὁ ἅγιος ἀπόστολος ἔφραζεν ἡμῖν τὴν πίστιν, ἐιαργῶς ἔνα κύριον σημαίνων, ἄρα γε καὶ θεόν. Ἀλλὰ μηδεὶς νομιζέτω, ἐπιδὴ λέγει ἕνα καὶ ἕνα, μὴ ἄρα παρέλιπε τὸν ἀριθμὸν τὴς τριάδος, ἐπειδὴ οὐκ ὠνόμασε τὸ ἅγιον πνεῦμα. ὀιομάσας γὰρ πατέρα καὶ υἱὸν θεὸν καὶ κύριον, ἐν πνεύματι ἁγίῳ ὠνόμασεν. οὐ γὰρ ἐπιδὴ εἶπεν »εἷς θεός«, περὶ πατρός. »ἐξ οὗ τὰ πάντα«, ἠρνήσατο αὐτὸν [τὸ] εἶναι κύριον· οὐδὲ πάλιν ἐπιδὴ εἶπε »καὶ εἷς κύριος Ἰησοῦς Χριστός«, ἠρνήσατο εἶναι αὐτὸν θεόν, ἀλλὰ καθάπερ ἐπὶ τῷ πατρὶ ἠρκέσθη ἐπὶ τῇ μιᾷ ὀνομασίᾳ, λέγων »εἷς θεός«, σὺν δὲ τῷ θεὸς δῆλον ὅτι ἔστι καὶ κύριος, οὕτω καὶ ἐπὶ τῷ υἱῷ ἠρκέσθη τῷ »εἷς κύριος«· σὺν δὲ τῷ »[εἷς] κύριος« σύνεστι καὶ τὸ θεός. λέγων ἐν περὶ πατρὸς καὶ υἱοῦ, οὐ κοῦφος ἦν ἀπὸ πνεύματος ἁγίου, ἀλλὰ ἐν πνεύματι ἁγίῳ, ὠς ἔφην, ἐφθέγγετο. εἴωθε δὲ ἀεὶ τὸ ἅγιον πνεῦμα οὐ σύστασιν ἑαυτοῦ ποιούμενον *, ἵνα μὴ ἡμῖν ὑπογραμμὸν δώσει τοῦ περὶ ἑαυτῶν * καὶ ἡμᾶς τὴν σύστασιν <ἑαυτῶν> ποιήσασθαι.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
