Ancient Greek
Κατὰ Ναζωραίων θݲ, τῆς δὲ ἀκολουθίας κݲθݲ., Chapter 5
Epiphanius, Panarion (Adversus haereses) 5.6-2
Not analysed yet
ἀκούσαντες γὰρ μόνον ὄνομα Ἰησοῦ καὶ θεασάμενοι τὰ θεοσήμεια τὰ διὰ τῶν χειρῶν τῶν ἀποστόλων γινόμενα καὶ αὐτοὶ εἰς Ἰησοῦν πιστεύουσιν. γνόντες δὲ αὐτὸν ἐν Ναζαρὲτ ἐν γαστρὶ συλληψθέντα καὶ ἐν οἴκῳ Ἰωσὴφ ἀνατραφέντα καὶ διὰ τοῦτο ἐν τῷ εὐαγγελίῳ Ἰησοῦν τὸν Ναζωραῖον καλεῖσθαι, ὡς καὶ οἱ ἀπόστολοί φασιν Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἔν τε σημείοις καὶ τέρασι« καὶ τὰ ἑξῆς, τοῦτο τὸ ὄνομα ἐπιτιθέασιν ἑαυτοῖς τοῦ καλεῖσθαι Ναςωραίους —οὐχὶ Ναζιραίους, τὸ ἑρμηνευόμενον ἡγιασμένους.