Ancient Greek
Κατὰ Ἡρακλεωνιτῶν ιݲςݲ, τῆς δὲ ἀκολουθίας λݲςݲ., Chapter 5
Epiphanius, Panarion (Adversus haereses) 5.6-5
Not analysed yet
εἰ δὲ λέγεις τὸν Δημιουργὸν τὸν ἐν ἐλαττώματι καὶ ὑστερήματι ἢ τὴν Μητέρα ἣν λέγεις Ἀχαμὼθ εἰληφέναι ἄνωθεν δύναμιν τουτέστιν τὸ πνευματικόν, οὐκέτι ἐν ὑστερήματι καὶ ἀγνοίᾳ ἐστὶν ὁ Δημιουργὸς οὔτε ἡ κατὰ σὲ Μήτηρ καλουμένη. πῶς γὰρ ἄν τις ἐν ἀγνοίᾳ εἴη τούτου οὑ ἐπιθυμεῖ; εἰ γὰρ ὅλως τοῦ κρείττονος ὀρέγεται, οἶδεν τὸ καλὸν καὶ τὸ ἀγαθόν· καὶ ὀ τὸ ἀγαθὸν ἐπιστάμενος καὶ μὴ στυγῶν τοῦτο ἀλλὰ ὀρεγόμενος, οὐκ έ)στιν ἀλλότριος τοῦ ἀγαθοῦ.