Ancient Greek
5.7 to 5.8
Epiphanius, Panarion (Adversus haereses) 5.7-3-8
Not analysed yet
μετὰ τοῦτο ἡ Ἀλήθεια μητρικὴν προενεγκαμένη παρουνικίαν ἐθήλυνε τὸν Πατέρα ἑαυτῆς εἰς ἑαυτὴν καὶ συνῄεσαν ἐαυτοῖς ἀφθάρτῳ μίξει καί ἀγηράτῳ συγκράσει καὶ ἀναδεικνύ<ου>σι τετράδα ἀρρενόθηλυν, ἀντίτυπον τῆς προούσης τετράδος ἥτις ἦν Βυθὸς Σιγὴ Πατὴρ Ἀλήθεια). αὕτη δὲ ἡ ἐκ τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας τετράς· Ἀνθρωπος Ἐκκλησία Λόγος Ζωή. τότε τότε πάντα περιέχοντος Βυθοῦ θελήματι ὁ Ἀνθρωπος καὶ ἠ Ἐκκλησία πατρικῶν μνησθέντες λόγων συνῄεσαν ἑαυτοῖς καὶ ἀναδεικνύουσι δωδεκάδα προυνίκων >. οἶ οὖν ἄρρενές εἰσι· Παράκλητος Πατρικὸς Μητρικὸς Ἀείνους 10 Θελητός, ὅ ἐστι Φῶς, Ἐκκλησιαστικός, αἱ δὲ θήλειαι· Πίστις Ἐλπίς Ἀγάπη Σύνεσις Μακαρία Σοφία.