# Panarion (Adversus haereses) 6.1-14-4

Epiphanius, Panarion (Adversus haereses), 6.1 to 6.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/6.1-14

6. καὶ ἵνα μὴ πάλιν δοθῇ σοι πρόφασις πανηρίας κατὰ τῆς ἀληθείας, μετὰ χρόνον πολὺν τῆς τοῦ σωτῆρος ἡμῶς ἀναλήψεως Στέφανος ὁἅγιος τοῦ θεοῦ μάρτυς λιθαζόμενος ὑπὸ τῶν Ἰουδαίων ἀπεκρίνατο λέγων »ἰδού, ὁρῶ τὸν οὐρανὸν ἠνεψγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐστῶτα ἐκ δεξιῶν τοῦ πατρός«, ἵνα δείξῃ αὐτὸ τὸ σῶμα ἐν ἀληθείᾳ εἰς πνευμνατικὸν ἀναστὰν σὺν τῇ θεότητι τοῦ μονογενοῦς ὅλον εἰς πνευματικὸν ἑνωθὲν καὶ εἰς θεότητα συνηνωμένον. ἄνω δὲ αὐτὸ τὸ ἅγιον σῶμα σὺν τῇ θεότητι ὄλος θεός, εἷς υἱός, ὁ ἅγιος τοῦ θεοῦ καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός, ὡς ἕχει καὶ τὸ τοῦ Μάρκου εὐαγγέλιον καὶ τῶν ἄλλων εὐαγγελιστῶν »καὶ ἀνῆλθεν εἰς οὐρανοὺς καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός«. καὶ πανταχόθεν διαπεσεῖταί σου καὶ τῶν ὐπὸ σοῦ πεπλανημένων ὁ ἀγύρτης λόγος. καὶ περὶ νεκρῶν ἀναστ;σεως ἄκουε τοῦ ἀποστόλου λέγοντος ὅτι »δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρςίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανςίαν«.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
