# Panarion (Adversus haereses) 6.1-17-7

Epiphanius, Panarion (Adversus haereses), 6.1 to 6.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/6.1-17

Πόσα δὲ περὶ τούτου τοῦ Μελχισεδὲκ καὶ ἄλλοι φαντάζονται Σαμαρεῖται μὲν γὰρ τοῦτον νομίζουσιν εἶναι υἱὸν τοῦ Νῶε τὸν Σήμ. καταγέλαστοι δὲ καὶ αὐτοὶ εὑρεθήσονται. ἀσφαλιζομένη γὰρ ἡ θεία γραφὴ πάντα μετὰ εὐταξίας κατὰ πάντα τὴν ἀλήθειαν ὠχύρωσεω, οὐκ εἰς μάτην τοὺς χρόνους τάξασα καὶ τὰ ἔτη ἑκάστης τῶνπατέρων ζωῆς καὶ διαδοχῆς ἀριθμήσασα. ὅτε γὰρ Ἀβραὰμ ὑπῆρχεν ὀγδοήκοντα ὀκτὼ ἢ καὶ ἐνενήκοντα ἐτῶν πλείω ἐλάσσω, ὁ Μελχισεδὲκ αὐτῷ ὑπηντᾶτο καὶ ἐξέβαλεν αὐτῷ ἄρτους καὶ οἶνον, προτυπῶν τῶν μυστηρίων τὰ αἰνίγματα· ἀντίτυπα τοῦ <σώματος τοῦ κυρίου, αὐτοῦ τοῦ> κυρίου ἡμῶν λέγοντος ὅτι »ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν«, καὶ ἀντίτυπα τοῦ αἵματος αὐτοῦ τοῦ ἐκ τῆς πλευρᾶς αὐτοῦ ῥεύσαντος εἰς κάθαρσιν τῶν κεκοινωμένων καὶ ῥαντισμὸν καὶ σωτηρίαν τῶν ἡμετέρων ψυχῶν. ὁ δε τοῦ ἀβραὰμ πατὴρ Θάρρα ἑβδομηκοστὸν κατάγων ἔτος τὸν Ἀβραὰμ ἐγέννησεν, καὶ γέγονεν ἔτη ἑκατὸν ἑξήκοντα κοντα πλείω ἐλάσσω. Ναχὼρ δὲ ἐγέννησε τὸν Θάρρα ἑβδομήκοντα ἐννέα ἐτῶν ἑπάρχων, καὶ γέγονε σλݲλθݲθݲ ἔτη. Σεροὺχ δὲ ἐγέννησε τὸν Ναχὼρ ρݲλݲ ἐτῶν ὑπάρχων, καὶ γεγόνασιν ἔτη τξθ. Ῥαγαῦ δὲ ἐγέννησε τὸν Σεροὺχ ὑπάρχων ρݲλݲβݲ ἐτῶν, καὶ γέγονε πεντακοσιοστὸν πρῶτον ἔτος. Φάλεκ δὲ ἐγέννησε τὸν ‘Ραγὰῦ ὢν ρݲλݲ ἐτῶν, καὶ γέγονεν ἔτη ἑξακόσια τριάκοντα ἕν. Ἔβερ δὲ ἐγέννησε τὸν φάλεκ ἐν ἔτει ρݲλ ݲ δݲ τῆς αὐτοῦ ζωῆς, καὶ γεγόνασιν ἑπτακόσια ἑξήκοντα πέντε ἔτη. Σάλα δὲ ἐγέννησε τὸν Ἔβερ ἑκατοστὸν τριακοστὸν ἔτος κατάγων τῆς αὐτοῦ ἡλικίας, καὶ γέγονεν ὀκτακόσια ἐνενήκο ντα πέντε ἔτη. Κηνᾶ δὲ ἐγέννα τὸν Σάλα ἔτος κατάγων ρݲθݲ τῆς αὐτοῦ ζωῆς, καὶ γέγονεν χίλια τέσσαρα ἔτη. Ἀρφαξὰδ δὲ ἐτῶν ρλε ὢν ἐγέννησε τὸν Κηνὰν, καὶ γέγονεν χίλια ρݲλݲθݲ ἔτη.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
