# Panarion (Adversus haereses) 6.1-4-5

Epiphanius, Panarion (Adversus haereses), 6.1 to 6.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/6.1-4

Ηλθεν δὲ εἰς ἡμᾶς ἥδη πως Μαρκελλίνα τις ὑπ’ αὐτῶν ἀπατηθεῖσα, ἥ πολλοὺς ἐλυμήνατο ἐν χρόνοις Ἀνικήτου ἐπισκόπου Ῥώμης, τοῦ μετὰ τὴν διαδοχὴν Πίου καὶ τῶν ἀνωτέρω. ἐν Ῥώμῃ γὰρ γεγόνασι πρῶτοι Πέτρος καὶ Παῦλος οἱ ἀπόστολοι αὐτοὶ καὶ ἐπίσκοποι, εἶτα Λίνος εἶτα Κλῆτος εἶτα Κλήμης, σύγχρονος ὥν Πέτρου καὶ Παύλου, οὑ ἐπιμνημονεύει Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ. καὶ μηδεὶς θαυμαζέτω ὅτι πρὸ αὐτοῦ ἄλλοι τὴν ἐπισκοπὴν διεδέξαντο ἀπὸ τῶν ἀποστόλων, ὄντος τούτου συγχρόνου Πέτρου καὶ Παύλου· καὶ οὑτος γὰρ σύγχρονος γίνεται τῶν ἀποστόλων. εἴτ' οὖν ἔτι περιόντων αὐτῶν ὑπὸ Πέτρου λαμβάνει τὴν χειροθεσίαν τῆς ἐπισκοπῆς καὶ παραιτησάμενος ἤργει — λέγει γὰρ έν μιᾷ τῶν ἐπιστολῶν αὐτοῦ »ἀναχωρῶ, ἄπειμι, εὐσταθείτω ὁ λαὸς τοῦ θεοῦ«, τισὶ τοῦτο συμβουλεύων εὔρομεν γὰρ ἓν τισιν ὑπομνηματισμοῖς τοῦτο ἐγκείμενον) — ἤτοι μετὰ τὴν τῶν ἀποστόλων τελευτὴν ὑπὸ τοῦ Κλήτου τοῦ ἐπισκόπου οὑτος καθίσταται , οὐ πάνυ σαφῶς ἵσμεν. πλὴν ἀλλὰ καὶ οὕτως ἠδύνατο ἔτι περιόντων τῶν ἀποστόλων , φημὶ δὲ τῶν περὶ Πέτρον καὶ Παῦλον , ἐπισκόπους ἄλλους καθίστασθαι διὰ τὸ τοὺς ἀποστόλους πολλάκις ἐπὶ τὰς ἄλλας πατρίδας στέλλεσθαι τὴν πορείαν ἐπὶ τὸ τοῦ Χριοτοῦ κήρυγμα, μὴ δύνασθαι δὲ τὴν τὴν Ρωμαίων πόλιν ἄνευ ἐπισκόπου εἶναι.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
