Ancient Greek
6.1 to 6.3
Epiphanius, Panarion (Adversus haereses) 6.1-8-3
Not analysed yet
6. Τετελειωμένης οὖν τῆς κατὰ Πατέρα Ἀληθείας τριακάδος, ἣν οἱ ἐπίγειοι μὴ ἐπιστάμενοι ἀριθμοῦσι καὶ ὁπόταν ἔλθωσιν ἐπ᾿ αὐτὴν, μηκέτι ἀριθμὸν εὑρίσκοντες ἀνακυκλοῦσι, πάλιν ἀριθμοῦντες αὐτὴν —ἔστι δὲ Βυθὸς Σιγὴ Πατὴρ Ἀλήθεια Ἄνθρωπος Ἐκκλησία Λόγος Ζωὴ Παράκλητος Πατρικὸς Μητρικὸς Ἀείνους Θελητὸς Ἐκκλησιαστικὸς Πίστις ἐλπὶς Ἀγάπη Σύνεσις Μακαρία Σοφία Βύθιος Ἀγήρατος Αὐτοφυὴς Μονογενὴς Ἀκίνητος Μῖξις Ἕνωσις Σύγκρασις Ἑνότης Ἡδονὴ —,τότε ὁ τὰ πάντα περιέχων συνέσιε τῇ ἀνυπερβλήτῳ δογματίσας τε κληθῆναι ἑτέραν Ὀγδοάδα ἀντί τῆς προούσης αὐθεντικῆς Ὀγδοάδος, ἥτις ἐν τῷ ἀριθμῷ τῆς Τρια κάδος μείνῃ οὐ γὰρ ἦν Μεγέθους φρόνημα δἱς ἀριθμὸν πίπτειν), ἀντέστησεν ἀντὶ τῶν ἀρρένων τοὺς ἄρρενας· Μόνον Τρίτον Πέμπτον Ἕβδομον καὶ τὰς θηλείας· Δυάδα Τετράδα Ἑξάδα Ὀγδοάδα. αὕτη οὖν ἡ Ὀγδοάς ἐστιν], ἡ ἀντικληθεῖσα ἀντὶ τῆς προούσης Ὀγδοάδος Βυθοῦ Πατρὸς Ἀνθρώπου Λὁγου καὶ Σιγῆς Ἀληθείας ἐκκλησίας Ζωῆς), ἡνώθη τοῖς φωσὶ καὶ ἐγένετο Τριακὰς ἀπηρτισμένη.