Ancient Greek
Ἐπικούρειοι, ἀπὸ Ἑλληνισμοῦ αἵρεσις ςݲ, τῆς δὲ ἀκολουθίας., Chapter 6
Epiphanius, Panarion (Adversus haereses) 6.2
Not analysed yet
πρώτην μὲν Γένεσιν δευτέραν Ἔξοδον τρίτην Λευιτικὸν τετάρτην Ἀριθμοὺς πέμπτην Δευτερονόμιον ἕκτη βίβλος Ἰησοῦ τοῦ Ναυῆ ἑβδόμη τῶν Κριτῶν ὀγδόη τῆς Ῥουθ ἐνάτη τοῦ Ἰὼβ δεκάτη τὸ Ψαλτήριον ἑνδεκάτη Παροιμίαι Σολομῶντος δωδεκάτη Ἐκκλησιαστὴς τρισκαιδεκάτη τὸ ᾆσμα τῶν ᾀσμάτων τεσσαρεσκαιδεκάτη Βασιλειῶν πρώτη πεντεκαιδεκάτη Βασιλειῶν δευτέρα ἑκκαιδεκάτη Βασιλειῶν τρίτη ἑπτακαιδεκάτη Βασιλειῶν τετάρτη ὀκτωκαιδεκάτη Παραλειπομένων πρώτη ἐννεακαιδεκάτη Παραλειπομένων δευτέρα εἰκοστὴ τὸ Δωδεκαπρόφητον εἰκοστὴ πρώτη Ἠσαΐας ὁ προφήτης εἰκοστὴ δευτέρα Ἰερεμίας ὁ προφήτης μετὰ τῶν Θρήνων καὶ ἐπιστολῶν αὐτοῦ τε καὶ >Βαροὺχ εἰκοστὴ τρίτη Ἰεζεκιὴλ ὁ προφήτης εἰκοστὴ τετάρτη Δανιὴλ ὁ προφήτης εἰκοστὴ πέμπτη Εσδρας αݲ εἰκοστὴ ἕκτη Ἔσδρας ݲ, εἰκοστὴ ἑβδόμη Ἐσθήρ.