Ancient Greek
Κατὰ Σατορνίλου, γ< γݲ ἀπὸ τῆς τοῦ κυρίου ἀκολουθίας κݲγݲ., Chapter 6
Epiphanius, Panarion (Adversus haereses) 6.3-3
Not analysed yet
ἄλλα δὲ ὅσα τοιαῦτά ἐστιν ἃ ὑπ’ αὐτοῦ τοῦ κυρίου καὶ ἐν πάσῃ τῇ καινῇ διαθήκῃ λεγόμενα τὴν σύστασιν ποιεῖται νόμου τε καὶ προφητῶν καὶ πάσης παλαιᾶς διαθήκης πρὸς τὴν καινὴν διαθήκην, ὅτι ἑνὸς θεοῦ εἰσιν ἀμφότεραι, ὡς λέγει »ἐλεύσονται καὶ ἀνακλιθήσονται ἐν κόλποις Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ ἀναπαύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν« καὶ τὰ ἑξῆς,