# Panarion (Adversus haereses) 6.3-4-6

Epiphanius, Panarion (Adversus haereses), 6.3 to 6.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/6.3-4

πῶς δὲ οὐχὶ μυθῶδες τὸ λέγειν ὅτι ἡ Προύνικος τὸν Ἰαλ- δαβαὼθ ἐκένωσε καὶ ὁ σπινθὴρ εἰς τὰ κάτω κατῆλθεν ἀπὸ τοῦ κενωθέντος, ἐν δὲ τῷ ἀνθρώπῳ γεγονὼς ἐπέγων τὸν ἀνώτερον τοῦ κεκενωμένου; καὶ θαῦμα μέγιστον, ὡς ὁ ἄνθρωπος, ἐν ᾠ ὁ ἐλάχιστος σπινθήρ, ἐπιγινώσκει ὑπὲρ τοὺς πεπλακότας ἀγγέλους. οἱ γὰρ πεποιηκότες τὸν ἄνθρωπον ἄγγελοι εἴτουν υἱοὶ τοῦ Ἰαλδαβαὼθ οὐκ ἐπέγνωσαν τὰ ἐπάνω τοῦ αλδαβαώθ, ὁ δὲ ὑπ᾿ αὐτῶν γεγενημένος διὰ τοῦ σπινθῆρος ἐπέγνω. αὐτοὶ τοίνυν ἑαυτοὺς ἀνατρέπουσι διὰ τῶν ἰδίων δογμάτων, πῆ μὲν τὸν ὄφιν δοξάζοντες, πῆ δὲ ἀπατηλὸν αὐτὸν πρὸς τὴν Εὔαν γεγενημένον φάσκοντες ἐν τῷ εἰπεῖν ἠπάτησε τὴν Εὔαν«· καὶ πῆ μὲν Χριστὸν αὐτὸν καταγγέλλουσι, πῆ δὲ υἱὸν τοῦ ανωτέρου Ἰαλδαβαὼθ τοῦ τοὺς υἱοὺς ἀδικήσαντος ἐν τῷ ἀποκλεῖσαι ἀπ᾿ αὐτῶν τὴν > ἄνω γνῶσιν καὶ τὴν Μητέρα ἀθετήσαντος καὶ τὸν ἄνω Πατέρα, εἰς τὸ μὴ ἐᾶν δοξάζειν τοὺς ὑπ αὐτοῦ γεγενημένους υἱοὺς τὸν ἀνώτερον αὐτοῦ Πατέρα.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
