Ancient Greek
Κατὰ Θεοδοτιανῶν λδ, τῆς δὲ ἀκολουθίας νδ., Chapter 6
Epiphanius, Panarion (Adversus haereses) 6.4-4
Not analysed yet
δι᾿ οὖ τὰ πάντα <καὶ ἡμεῖς εἰς αὐτόν>«. εἰ δέ »δι᾿ οὖ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν«, οὐκ ἄρα ψιλὸς ἄνθρωπος εἴη ὁ μονογενής, ἀπὸ Μαρίας <ὤν> κσὶ δεῦρο, οὐδὲ ἀπὸ σπέρματος ἀνδρός. ἐπεὶ πῶς τὰ πάντα δι᾿ αὐτοῦ ἠδύνατο εἶναι, τὰ πρὸ αὐτοῦ γενόμενα κατὰ τὸν σοῦ λόγον, εἰ ψιλὸς ἦν ἄνθρωπος; ἤ πῶς εἴη εἰς αὐτὸν τὰ πάντα τὰ πρὸ αὐτοῦ ἐπιγνωσθέντα καὶ γενόμενα; καὶ ἐκ πανταχόθεν ἐξέπεσεν ἡ τούτου ληρῳδία.