Ancient Greek
Κατὰ Κηρινθιανῶνἤτοι Μηρινθιανῶν ݲ, τῆς δὲ ἀκολουθίας ݲ., Chapter 6
Epiphanius, Panarion (Adversus haereses) 6.5-2
Not analysed yet
καὶ τούτου ἕνεκα ἡ παράδοσις ἡ ἐλθοῦσα εἰς ἡμᾶς φησι τὸν αὐτὸν ἅγιον ἀπόστολον εἰρηκέναι »εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; ‘καλῶς δὲ ἄλλοι τὸ ῥητὸν ἑρμηνεύοντές φασιν ὅτι οἱ μέλλοντες τελευτᾶν, ἐπὰν ὠσι κατηχούμενοι, χούμενοι, ἐπὶ ταύτῃ τῇ ἐλπίδι πρὸ τῆς τελευτῆς λουτροῦ καταξιοῦνται, δεικνύντες ὅτι ὁ τελευτήσας καὶ ἀναστήσεται καὶ διὰ τοῦτο ἐπιδέεται τῆς διὰ τοῦ λουτροῦ ἀφέσεως ἁμαρτημάτων.