# Panarion (Adversus haereses) 6.5-3-10

Epiphanius, Panarion (Adversus haereses), 6.5 to 6.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/6.5-3

τελειώσασα γάμον ἐν ἀφθάρτοις ἀνέδειξε φῶτα ἄφθαρτα, ἅτινα Μεσότητος ὡνομάσθησαν τέκνα καὶ ἀχαρακτήριστα ἦσαν, τοῦ νοϊκοῦ μὴ παρακειμένου, ἐκτὸς φρονήσεως ἀναπαυόμενα χωρὶς Ἐννοίας. περὶ γὰρ οὗ τις πράσσει, ἐὰν μὴ νοῇ καθολικῶς, οὐ πράσσει. τότε γενομένων τῶν φύτων, ὧν τὴν πολυπληθίαν πρὸς ἀριθμὸν ἐξειπεῖν οὐκ ἀναγκαῖον, περινοεῖν δὲ ἕκαστον γὰρ τὸ ἴδιον ὄνομα κεκλήρωται δι᾿ ἐπίγνωσιν ἀρρήτων μυστηρίων), ἡ οὖν Σιγὴ ουληθεῖσα εἰς ἐκλογὴν γνώσεως ἅπαντα σῶσαι συνῆγε τῇ δευτέρᾶ ἀντιτεθείσῃ Ὀγδοάδι ἀφθάρτῳ μίξει, νοϊκῇ δὲ βουλήσει· ἦν δὲ αὐτῆς ἡ νοϊκὴ βούλησις Πνεῦμα τὸ ἅγιιον, τὸ ἐν μέσῳ τῶν ἁγίων ἐκκλησιῶν. τοῦτο οὖν εἰς τὴν δευτέραν Ὀγδοάδα πέμψασα ἔπεισε καὶ αὐτὴν ἑνωθῆναι αὐτῇ. γάμος οὖν ἐτελειοῦτο ἐν τοῖς τῆς Ὀγδοάδος μέρεσιν, ἑνουμένου τοῦ ἁγίου Πνεύματος τῷ Μόνῳ καὶ τῆς Δυάδος τῷ Τρίτῳ καὶ τοῦ Τρίτου τῇ Ἐξάδι καὶ τῆς Ὀγδοάδος τῷ Ἑβδόμῳ καὶ τοῦ Ἑβδόμου τῇ Δυάδι καὶ τῆς Ἑξάδος τῷ Πέμπτῳ. ὅλη δὲ ἡ Ὀγδοὰς συνῆλθε μετὰ ἡδονῆς ἀγηράτου καὶ ἀφθάρτου μίξεως οὐ γὰρ ἦν χωρισμὸς ἀλλήλων· ἦν δὲ σύγκρασις μεθ’ ἡδονῆς ἀμώμου) καὶ ἀνέδειξε πεντάδα προυνίκων ἀθηλύντων , ὧν | τὰ ἀνόματά ἐστι ταῦτα· Καρπιστὴς Ὁροθέτης Χαριστήριος Ἄφετος Μεταγωγεύς. οὗτοι τῆς Μεσότητος ὠνομέσθησαν υἱοί. βούλομαι δὲ ὁμᾶς γβνώσκειν· Ἀμψίου Ἀὑραὰν βουκοῦα Θαρδουοῦ Οὐβουκοῦα Θαρρδεδδειν Μερεξὰ Ἀταραὰ Βαρβὰ Οὐδυάκ] Ἔστὴν Οὐδουουὰκ Ἐσλὴν] ἀμφαὶν Ἐσσουμὲν] Οὐανατάρδε Λαμερτάρδε Ἀθαμὲς Σουμὶν᾿ Ἀλλωραὶ Κουβιαθὰ Δαναδαρία Δαμμὼ Ὠρὴν Λαναφὲκ Οὐδινφὲκ Ἐμφιβοχὲ Βάρρα Ἀσσίου Ἀχὲ Βελὶμ Δεξαριχὲ Μασεμών. Καὶ ταῦτα μὲν ἀπὸ μέρους Ε; τῶν βιβλίων αὐτῶν παρατεθέντα ἕως ὧδέ μοι εἰρήσθω.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
