Ancient Greek
Κατὰ Καρποκρασίων ζ, τῆς δὲ ἀκολουθίας κζ., Chapter 6
Epiphanius, Panarion (Adversus haereses) 6.6
Not analysed yet
ὁ μὲν γὰρ Παῦλος καὶ ἐπὶ τὴν Σπανίαν ἀφικνεῖται, Πέτρος δὲ πολλάκις Πόντον τε καὶ Βιθυνίαν ἐπεσκέψατο. ἐνεχώρει δὲ μετὰ τὸ κατασταθῆναι Κλήμεντα καὶ παραιτήσασθαι εἴ γε οὕτως ἐπράχθη· διανοοῦμαι γάρ, οὐχ ὁρίζομαι) ὔστερον μετὰ τὸ τετελευτηκέναι Λίνον καὶ Κλῆτον, ἐπισκοπεύσαντας πρὸς δεκαδύο ἴτη ἕκαστον μετὰ τὴν τοῦ ἁγίου Πέτρου καὶ Παύλου τελευτὴν τὴν ἐπὶ τῷ δωδεκάτῳ ἔτει Νἐρωνος γενομένην, τοῦτον αὐθις ἀναγκασθῆναι τὴν ἐπισκοπὴν κατασχεῖν.