Ancient Greek
6.8 to 6.10
Epiphanius, Panarion (Adversus haereses) 6.8-2-10
Not analysed yet
Σὴμ δὲ ρݲβݲ ἔτει τῆς αὐτοῦ ζωῆς, ὁ προειρημένος καὶ ξαντασιαζόμενος παρὰ τοῖς Σαμαρείταις εἶναι Μελχισεδέκ, ἐγέννησε τὸν Ἀρφαξάδ, καὶ ὁμοῦ γέγονεν ἔτη χίλια διακόσια τεσσαράκοντα ἕν ἕως τοῦ χρόνου τοῦ Ἀβραάμ, καθ’ ὃν συνήντησε τῷ Μελχισεδὲκ ἐπανιὼν ἀπὸ τῆς κοπὴς τῶν περὶ Ἀμαρφὰλ καὶ Ἀριὼχ καὶ Χοδολλογομὸρ καὶ Θαλγὰ τῶν βασιλέων. οὐ, ἔζησε δὲ Σὴμ τοσαῦτα ἔτη κατὰ τὴν τούτων ληρώδη φαντασίαν, ἀλλὰ ρݲβݲ ἐτῶν ὤν ἐγέννησε τὸν Ἀρφαξάδ, ἐν τῷ δευτέρῳ ἔτει μετὰ τὸν κατακλυσμόν. »καὶ ἔζησε μετὰ ταῦτα, ὥς φησιν ἡ θεία γραφή, φݲ ἔτη, καὶ ἐγέννησεν υἱοὺς και θυγατέρας, καὶ ἀπέθανε«. τοίνυν αὐτοῦ ζήσαντος ἑζακόσια καὶ δύο ἔτη καὶ τελευτήσαντος πῶς ἠδύνατο φθάσαι εἰς χίλια καὶ διακόσια τεσαράκοντα καὶ ἕν ἔτη, ἵνα ὁ Σὴμ ὁ υἱὸς τοῦ Νῶς τοῦ πρὸ δέκα γενεῶν τοῦ Ἀβραὰμ κληθείη Μελχισεδὲκ παρὰ τούτοις, μετὰ δέκα γενεάς, ἔτη δὲ χίλια διακόσια τεσσαράκοντα ἕν; καὶ ὦ τῆς πολλῆς τῶν ἀνθρώπων πλάνης.