# Panarion (Adversus haereses) 7-2

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Κηρινθιανῶνἤτοι Μηρινθιανῶν ݲ, τῆς δὲ ἀκολουθίας ݲ., Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/7-2

7. Πανταχόθεν τοίνυν φωρατὸς ἂν εἴη Κήρινθος καὶ οἱ ἀμφ᾿ αὐτόν, ἀπατηθεὶς ὁ τάλας καὶ ἄλλοις αἴτιος γεγονὼς ἀπωλείας, τῶν θείων γραφῶν σαφῶς ἡμῖν κατὰ λεπτότητα περὶ πάντων εἰσηγουμένων. οὔτε γὰρ ἐκ σπέρματος Ἰωσὴφ ὁ Χριστός, ἐπεὶ πῶς ἔτι σημεῖον εἴη τὸ γέννημα, καὶ τὸ παρὰ τῷ Ἠσαΐᾳ εἰρημένον πῶς ἔτι συσταθήσεται, ὡς εἶπεν »αὐτὸς ὁ κύριος δώσει ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν« καὶ τὰ ἑξῆς· πῶς δὲ ἔτι πληρωθήσεται τὸ εἰρημένον παρὰ τῆς ἁγίας παρθένου πρὸς τὸν Γαβριήλ »πῶς ἔσται τοῦτο, ὅτι ἄνδρα οὐ γινώσκω« καὶ αὐτοῦ λέγοντος »πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι« καὶ τὰ ἑξῆς, πῶς δὲ ἔτι πάλιν οὐκ ἐλεγχθήσεται αὐτῶν ἡ ἄνοια, τοῦ εὐαγγελίου σαφῶς λέγοντος ὅτι »ηὑρέθη ἐν γαστρὶ ἔχουσα πρὶν ἢ συνελθεῖν αὐτούς«; ἔστιν δὲ γνῶναι σαφῶς ὅτι οὐδὲ ὅλως συνῆλθον. μὴ γένοιτο γὰρ τοῦτο εἰπεῖν, ἐπεὶ οὐκ ἂν μετὰ σταυρὸν προενόει παραθέσθαι αὐτὴν Ἰωάννῃ τῷ ἁγίῳ παρθένῳ, ὡς λέγει »ἴδε ἡ μήτηρ σου« καὶ τῇ αὐτῇ »ἴδε ὁ οὑός σου«. ἔδει γὰρ αὐτὸν παραδοῦναι αὐτὴν τοῖς αὐτῆς συγγενέσιν ἢ τοῖς τέκνοις τοῦ Ἰωσήφ, εἴπερ ἦσαν ἐξ αὐτῆς, Ἰακώβῳ φημὶ καὶ Ἰωσῇ καὶ Ἰούδᾳ καὶ Συμεῶνι. υἱοῖς οὐσι τοῦ Ἰωσὴφ ἀπὸ ἄλλης γυναικός. οὐδὲ γὰρ κέχρηται τ[ι παρθένῳ ὅλως, μὴ γένοιτο· εὑρίσκεται γὰρ μετὰ τὸ γεγεννηκέναι ἡ παρθένος ἄχραντος. άλλὰ περὶ τούτων ἤδη ἐν ἄλλῳ μοι λόγῳ σαφῶς πεπραγμάτευται καὶ πραγματευθήσεται· ὡδε δὲ ἐν μέρει ὡς ἐν παρεκδρομῃ περὶ τῆς τούτων ὑποδέσεως εἴρηται, ἵνα μὴ ἑτέρων δηγμάτων βουλόμενος ποιῆσαι ἴασιν καὶ ἑτέρων δηλητηρίων ἄκος καὶ ἀλεξητήριον * εἰς ἄλλα τοὺς ἐντυγχάνοντας παρεκτρέψω. πλὴν ἐκ παντὸς τῷ τὴν σύνεσιν κεκτημένῳ μάταιος ἡ τούτων καταχλεύαστος διδασκαλία συσταθήσεται, παρὰ μὲν τοῖς ἀποστόλοις ἐλεγχομένη, παρὰ δὲ τοῖς συνετοῖς καταγινωσκομένη, ἐκ θεοῦ δὲ καὶ τοῦ αὐτοῦ τῆς ἀληθείας κηρύγματος ἐκβαλλομένη.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
