# Panarion (Adversus haereses) 7-3

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Σεκουνδιανῶν οἶς συνήφθη Ἐπιφάνης καὶ Ἰσίδωρος ιݲβݲ, τῆς δὲ άκολουθίας λݲβݲ., Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/7-3

7. Ἄλλοι δὲ πάλιν αὐτῶν τὴν πρώτην καὶ ἀρχέγονον Ὀγδοάδα τού- τοις τοῖς ὀνόμασι κεκληκασι· πρῶτον Προαρχήν, ἔπειτα Ἀνεννόητον, τὴν δὲ τρίτην Ἄρρητον καὶ τὴν τετάρτην Ἀόρατον. καὶ ἐκ μὲν τῆς πρώτης προαρχῆς προβεβλπῆσθαι πρώτῳ καὶ πέμπτῳ > Ἀρχήν, ἐκ Τε τῆς ἀρχῆς τῆς] Ἀνεννοήτου δευτέρῳ καὶ ἔκτῳ τόπῳ Ἀκατάληπτον, ἐκ δὲ τῆς Ἀρρήτου τρίτῳ καὶ ἑβδόμῳ τόπῳ Ἀνονόμαστον, ἐκ δὲ τῆς Ἀοράτου Ἀγέννητον, Πλήρωμα τῆς πρώτης Ὀγδοάδος. ταύτας βούλονται τὰς δυνάμεις προΟπχρ/κν τθΟ Βυθοϋ κα: ττ,ς ?νχ τελείων ζελειίτερζ: -*νο»3:ν ὄντες καὶ Γνωστικῶν γνωστικώτεροι· πρὸς οὕς δικαίως ἄν τις ἐπιφωνήσειεν· ὦ ληρολόγοι σοφισταί. καὶ γὰρ περὶ αὐτοῦ τοῦ Βυθοῦ διάφοροι γνῶμαι παρ᾿ αὐτοῖς. οἱ μὲν γὰρ αὐτὸν ἄζυγον γέγουσι, μήτε ἄρρενα μήτε θῆλυν μήτε ὅλως ὄντα τι, ἄλλοι δὲ ἀρρενόθηλυν αὐτὸν λέγουσιν εἶναι, ἑρμαφροδίτου φύσιν αὐτῷ περιάπτοντες. Σιγὴν δὲ πάλιν ἄλλοι συνευνέτιν αὐτῷ προσάπτουσιν, ἵνα γένηται πρώτη συζυγία καὶ ἐκ τούτου καὶ ἐκ ταύτης τὰ κατάλοιπα οὕτω δραματουργήσωσι. καὶ πολλή τίς ἐστιν ἐν αὐτοῖς ἡ εἰς ὕπονον βαθὺν τὸν νοῦν αὐτῶν καταφέρουσα ληρολόγος όνειροπολία. Καὶ τί μοι ἐπὶ τὸ πολὺ κατατρίβεσθαι, φωρατῆς οὔσης τῆς κατ᾿ αὐτοὺς ὑποθέσεως καὶ τοῦ κατ᾿ αὐτῶν ἐλέγχου καὶ ἀνατροπῆς ἀπὸ τῶν προειρημένων παντὶ τῷ βουλομένῳ τῆς ζωῆς αὐτοῦ ἔχεσθαι καὶ μὴ ἄπατασθαι κενοῖς μύθοις; ἀλλὰ ταῦτά μοι περὶ τούτων εἰρή- σθω. παρελθὼν δὲ ταύτην ἐπὶ τὰς ἐξῆς >, > ὁδὸν ἐμαυτῷ ἀσφαλῆ καὶ τρίβον λείαν, ὅπως τὰς τούτων μοχθη- ρίας διεξιών τε καὶ ἐλέγχων ἐμαυτόν τε καὶ τοὺς ἀκούοντας ἐν τῇ τοῦ θεοῦ δυνάμει διασώσν διὰ τῆς τοῦ κυρίου ἡμῶν διδασκαλίας καὶ ἀληθινῆς θεωρίας. ὡς μύαγρον <οὑν> ταύτην τὴν ἔχιδναν, τὴν πολλαῖς ἐχίσναις ἐχίδναις ἐοικυῖαν τῷ ὑποδήματι τοῦ εὐαγγελίου καταπατήσαντες τὰς εξῆς διασκοπήσωμεν.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
