Ancient Greek
7.1 to 7.2
Epiphanius, Panarion (Adversus haereses) 7.1-12-2
Not analysed yet
7. Οὕτω καὶ ἐπὶ τοῦ σταυροῦ, οὐχ ὅτι εἶπεν ἡ θεία γραφή, ἐσταύρωσαν Ἰουδαῖοι καὶ παρέδωκεν Ἰούδας τὸν σωτῆρα, ἀλλ’ ὅτι ἔμελλεν παραδιδόναι Ἰούδας καὶ Ἰουδαῖοι σταυροῦν, τούτου ἕνεκαπροεῖπεν ἡ θεία γραφὴ ἐν τῇ παλαιᾷ διαθήκῃ καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ. ὥστε οὐν οὐκ ἐν γνώσει τῆς ἐσομένης εὐεργεσίας τῷ κόσμῳ παραδέδωκε τὸν κύριον Ἰούδας, ὡς ἐκεῖνοι λέγουσιν, ἀλλ᾿ εἰδὼς μὲν ὅτι ὁ αὐτοῦ δεσπότης ὑπῆρχεν, ἀγνοῶν δὲ ὅτι σωτηρία ἔσται τῷ κόσμῳ.