# Panarion (Adversus haereses) 7.1-15-6

Epiphanius, Panarion (Adversus haereses), 7.1 to 7.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/7.1-15

7. Εἰ δὲ καὶ περὶ τοῦ »ἐγὼ εἶπον ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης« λεκτέον, ἑτέρα πάλιν αὐτοῦ ἡ δύναμις, οὐχ ὃν τρόπον * τινὸς ἀφραίνοντος ἀνθρώπου καὶ ἐκστατικοῦ (μὴ γένοιτο), ἀλλὰ ὑπερθαυμάζοντος καὶ διανοουμένου ὑπὲρ τὸν κατὰ τὴν συνήθειαν λογισμὸν <περὶ> τῶν <ἀ>συμμέτρως ὁρωμένων τε καὶ πραττομένων· ἐπειδὴ γὰρ ἐθαύμασεν ὁ προφήτης καὶ διὰ θαυμασμὸν ἐνταῦθα λέγει. γεγόνασι δὲ ἐν ἐκστάσει οἱ προφῆται, οὐκ ἐν ἐκστάσει λογισμῶν. γέγονε γὰρ καὶ Πέτρος ἐν ἐκστάσει, οὐχὶ μὴ παρακολουθῶν τῷ λόγῳ, ἀλλὰ ὁρῶν ἀντὶ τῆς καθημερινῆς ἀκολουθίας ἕτερα παρὰ τὰ τοῖς ἀνθρώποις ὁρώμενα· »εἶδε γὰρ ὀθόνην καθιεμένην τέσσαρσιν ἀρχαῖς δεδεμένην, καὶ πάντα τὰ τετράποδα καὶ ἑρπετὰ καὶ τοῦ οὐρανοῦ τὰ πετεινὰ ἐν αὐτῇ«. ὅρα δὲ ὅτι παρηκολούθει καὶ οὐκ ἦν ἐν ἐκστάσει φρενῶν ὁ ἅγιος Πέτρος. ὅτε γὰρ ἤκουσεν <τό> »ἀναστὰς θῦσον καὶ φάγε«, οὐχ ὡς μὴ τὸν νοῦν ἐρρωμένος ἐπείσθη, ἀλλά φησι πρὸς τὸν κύριον »μηδαμῶς, κύριε· οὐδέποτε γὰρ κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου«. καὶ Δαυὶδ δὲ ὁ ἅγιος εἶπεν ὅτι » <εἶπον ἐγώ·> πᾶς ἄνθρωπος ψεύστης«. ὁ δὲ λέγων »εἶπον ἐγώ« ἰδίᾳ ἔλεγεν, καὶ περὶ τῶν ἀνθρώπων ὅτι, ἔλεγε, ψεύδονται·

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
