# Panarion (Adversus haereses) 7.1-7-7

Epiphanius, Panarion (Adversus haereses), 7.1 to 7.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/7.1-7

7. Ὡς δὲ ἐν τούτοις κατετρίβετο, ἁδρύνεται ὁ παῖς ὁ καταλειφθεὶς ὑπὸ Ἐλλὴλ εἰς πατριαρχίαν τρεφόμενος· οὐδεὶς γὰρ ἄλλος ἁρπάζει τὰς ἀρχὰς παρὰ τοῖς Ἰουδαίοις, ἀλλὰ υἱὸς πατέρα διαδέχεται. ὡς οὐν ἐπὶ τὸ ἀκμαῖον τῆς ἡλικίας ὁ νέος ἤρχετο, προσεφθείροντο αὐτῷ τινες ἥλικες ἀργοὶ καὶ ἐθάδες κακῶν· τάχα δέ, οἶμαι, Ἰούδας οὑτος ἐκαλεῖτο, οὐ πάνυ δὲ σαφῶς ἐπίσταμαι διὰ τὸν χρόνον. μετέφερον οὐν αὐτὸν οἱ συνηλικιῶνται νεώτεροι εἰς πολλὰς κακῶν ἐπιτηδεύσεις, φθοράς τε γυναικῶν καὶ λαγνείας ἀνοσίους, μαγγανείαις τισὶν μαγικαῖς ἐπιχειροῦντες αὐτῷ συνεργεῖν εἰς τὰ τῆς ἀκολασίας *, ἀγώγιμὰ τινα ἐπιτελοῦντες καὶ διὰ ἐπαοιδῶν βιαζόμενοι γυναῖκας ἐλευθέρας πρὸς τὴν τούτου φθορὰν ἐξ ἀνάγκης ἄγεσθαι. ὁ δὲ Ἰώσηπος καὶ ὁ σὺν αὐτῷ πρεσβύτης ἀνάγκην ἔχοντες τῷ παιδὶ συνέπεσθαι βαρέως μὲν ἔφερον, πολλάκις δὲ καὶ ἐγκλήματα προσέφερον διὰ λόγων καὶ παῄνουν αὐτῷ. ὁ δὲ μᾶλλον τοῖς νέοις ἐπείθετο, κρύπτων τὰ αἰσχρὰ καὶ ἀρνούμενος· οὔτε γὰρ ἐτόλμων οἱ περὶ Ἰώσηπον ἐξειπεῖν τὰ κατ᾿ ἐκείνου φανερῷ τῷ λόγῳ, ἀλλ’ ὡς δι᾿ ἐπιστήμην παρῄνουν. παραγίνονται γοῦν εἰς Γάδαρα εἰς τὰ θερμὰ ὕδατα. πανήγυρις δὲ ἐκεῖ κατ᾿ ἔτος ἄγεται· ἀπέρχονται γὰρ πανταχόθεν οἱ βουλόμενοι λούσασθαι ἡμέρας τινάς, νοσημάτων δῆθεν ἀποβολῆς δἕνεκεν, ὅπερ ἐστὶ διαβολικὸν στρατήγημα. ἔνθα γὰρ τὰ παρὰ τοῦ θεοῦ θαύματα γεγένηται, προὔλαβεν ὁ δι’ ἐναντίας θεῖναι αὐτοῦ τὰ ὀλετήρια δίκτυα. ἀνδρόγυνα γὰρ ἐκεῖσε λούονται. κατὰ συγκυρίαν δὲ γυνή τις ἐλευθέρα ἔτυχεν ἐν τῷ λουτρῷ, κάλλει διαπρέπουσα εὐμορφίας. καὶ ὁ νεώτερος θελχθεὶς τῷ ἔθει τῆς αὐτοῦ ἀκολασίας, διιὼν ἐν τῷ ἀέρι παρενέτριψεν αὐτοῦ τὴν πλευρὰν τῇ πλευρᾷ τοῦ γυναίου. ἡ δὲ ἑαυτὴν ἐσφραγίσατο εἰς ὄνομα Χριστοῦ οἷα δἠ Χριστιανὴ οὖσα· ᾗ οὔτε ἀνάγκη ἦν παρανομεῖν καὶ ἀνδρογύνως λούεσθαι. συμβαίνει δὲ ταῦτα τοῖς ἀφελέσι καὶ ἰδιώταις ἀνθρώποις παρὰ τὴν τῶν διδασκάλων ῥᾳθυμίαν μὴ ἀσφαλιζομένων διὰ τῆς διδασκαλίας. ὅμως ἴνα δείξῃ ὁ θεὸς τὰ αὐτοῦ θαυμάσια,

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
