# Panarion (Adversus haereses) 7.1-9-4

Epiphanius, Panarion (Adversus haereses), 7.1 to 7.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/7.1-9

7. Ὡς μὲν οὖν συντόμως ἔστιν εἰπεῖν, αὐτάρκως οἶμαί σοι δεδεῖχθαι καὶ τὴν ἐξ ἀνθρώπων παρεισδύσασαν νομοθεσίαν καὶ αὐτὸν τὸν τοῦ θεοῦ νόμον τριχῆ διαιρόμενον. περιλείπεται Τε ἡμῖν τίς ποτέ ἐστιν οὖτος ὁ θεὸς ὁ τὸν νόμον δέμενος. ἀλλὰ καὶ τοῦτο ἡγοῦμαί σοι δεδεῖχθαι ἐπὶ τῶν προειρημένων, εἰ ἐπιμελῶς ἀκήκοας. εἰ γὰρ μήτε ὑπ᾿ αὐτοῦ τοῦ τελείου δεοῦ τέθειται οὖτος, ὡς ἐδιδάξαμεν, μήτε μὴν ὑπὸ ροῦ διαβόλου, ὅ μηδὲ δεμιτόν ἐστιν εἰπεῖν, ἔτερός τίς ἐστι παρὰ τούτους οὖτος ὁ δέμενος τὸς νόμον. οὖτος δὲ δημιουργὸς καὶ ποιητὴς τοῦδς τοῦ παντός ἐστι κόσμου καὶ τῶν ἐν αὐτῷ· ἕτερος ὤν παρὰ τὰς τούτων οὐσίας μέσος > τοὐτων καθεστώς, ἐνδίκως καὶ τὸ τῆς μεσότητος ὅνομα ἀποφέροιτο ἄν.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
