Ancient Greek
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ݲ, τῆς δὲ ἐκολουθίας κݲςݲ., Chapter 7
Epiphanius, Panarion (Adversus haereses) 7.2-3
Not analysed yet
εἰ μὲν γὰρ ὁ Ἰωάννης μαλακὰ ἠμφίεστο καὶ ἐν οἴκοις βασιλέων ὑπῆρχεν, ὀρθὴ ἂν πρὸς αὐτὸν ἡ λέξις καὶ εύθεῖα πρὸς ἔλεγχον τοῦ αὐτοῦ ὑπῆρχεν· εἰ δὲ <λέγει> »τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον Ι ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ‘καὶ οὐχ οὕτως εἶχεν, οὐκέτι τὸ ἔγκλημα ἐπὶ τὸν οὐ μαλακὰ φοροῦντα Ἰωάννην τοῦ λόγου ἐπενεκτέον, ἀλλὰ ἐπὶ τοὺς οὕτως εὑρήσειν τὸν Ἰωάννην νομίσαντας καὶ ὑπὸ τῶν ἔνδον ἐν οἴκοις βασιλέων πολλάκις κατὰ ὑπόκρισιν κολακευομένους ἡ ἀναγωγή.