# Panarion (Adversus haereses) 7.3-2-6

Epiphanius, Panarion (Adversus haereses), 7.3 to 7.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/7.3-2

ἐνόμιζον γὰρ οὑτοι ἐξερχόμενοι καὶ παρὰ Ἰωάννῃ ἐπαίνους εὑρίσκειν καὶ μακαρισμοὺς ἐπὶ τοῖς ὑπ’ αὐτῶν καθ' ἑκάστην ἡμέραν γινομένοις παραπτώμασιν. ὡς δὲ οὐχ ηὑρου, ἀνατρεπτικῶς παρὰ τοῦ σωτῆρος πρὸς αὐτοὺς εἴρηται ὅτι »τί ἐνομίζετε εὺρίσκειν; συμπεριφερόμενον τοῖς ὑμῶν πάθεσιν ἄνθρωπον, ὡς κατὰ τοὺς μαλακὰ φοροῦντας; οὐχ οὕτως· οὐ γάρ ἐστιν Ἰωάννης κάλαμος σαλευόμενος γνώμαις ἀνθρώπων, ὡς δονούμενος κάλαμος ὑπὸ ἑκάστης ἀνέμων ἐξουσίας « ἐπειδὴ δὲ εἶπεν »ἐν γεννητοῖς γυναικῶν οὐκ ἔστι μείζων Ἰωάννου«, ἵνα μή τινες νομίσωσι καὶ αὐτοῦ τοῦ σωτῆρος μείζονα εἶναι τὸν Ἰωάννην, ὅτι καὶ αὐτὸς ἀπὸ γυναικὸς ἐγεννήθη τῆς Μαρίας τῆς άειπαρθένου διὰ πνεύματος ὰγίου, ἀσφαλιζόμενος ἡμᾶς ἴφη ὅτι ὁ μικρότερος αύτοῦ, τουτέστιν ἐν τῷ χρόνῳ τῆς ἐνσάρκου παρουσίας, μείζων αὐτοῦ ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. ἐπειδὴ γὰρ μετὰ ἑξάμηνον ἐγεννήθη ὁ σωτὴρ τῆς Ἰωάννου γεννήσεως, δῆλον ὅτι *, μείζων αὐτοῦ ὤν· ἠν γὰρ ἀεὶ καὶ ἔστιν. τίνι δὲ τοῦτο οὐ δῆλόν ἐστιν; ἄρα γοῦν ματαίως τὰ πάντα παρ’ αὐτοῖς πεποιήτευται, ἀπὸ ἀγαθῶν εἰς φαῦλα μεταβεβλημένα.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
