Ancient Greek
7.7 to 7.8
Epiphanius, Panarion (Adversus haereses) 7.7-8
Not analysed yet
οὐ γὰρ δύναται ὅ ἐκεῖνος ἐπιποθεῖ, εἶναι αὐτῷ κακὸν οὐδὲ ὑπὸ κακῶν γεγονέναι. εἰ γὰρ ἡν κακόν, ἐχρῆν ἀπόλλυσθαι. εἰ δὲ ὅλως μέρος τι τοῦ ἔργου σῴζεται, οὐκέτι τὸ ἔργον φαῦλον, κάν τε μέρος αὐτοῦ σῳζόμενον εὐρίσκοιτο, οὔτε οἱ ποιήσαντες φαῦλοι >τὸ σῳζόμενον τεχνησάμενοι. εἰ δὲ ὅλως ἐξ ἀγγέλων ἡ Ψυχὴ καὶ ἄνωθεν λαμβάνει δύναμιν παραχθεῖσα, ἄρα γε οἱ ἄγγελοι πλἐον σωτηρίας τεύξονται, ὅτι ἡ ἀπ' αὐτῶν ψυχὴ σῴζεται, ἐκ φαύλων οὐσα. σωζομένης δὲ αὐτᾶς οὐκέτι φαῦλος οὔτε αὐτὴ ἡ Ψυχὴ ἡ γενομένη ὑπὸ τῶν ἀγγέλων οὕτε οἱ ἄγγελοι, ἐξ ὡν αὐτὴ ἡ ψυχὴ ὑπάρχει.