Ancient Greek
7.8 to 7.11
Epiphanius, Panarion (Adversus haereses) 7.8-4-11
Not analysed yet
τρία γὰρ τάγματα βούλονται εἰναι ἀνθρώπων, πνευματικῶν ψυχικῶν σαρκικῶν, τὸ δὲ τάγμα τὸ πνευματικὸν ἑαυτοῦς λέγουσιν, ὥσπερ καὶ γνωστικούς ,καὶ μήτε καμάτου ἐπιδεομένους ἢ μόνον τῆς γνώσεως καὶ τῶν ἐπιρρημάτων τῶν αὐτῶν μυστηρίων. πᾶν δὲ ὁτιοῦν ποιεῖν ἀδεῶς ἕκαστον αὐτῶν καὶ μηδὲν πεφροντικέναι · ἐξ ἅπαντος γάρ φασι σωθήσεσθαι πνευματικὸν ὂν τὸ αὐτῶν τάγμα. τὸ δὲ ἕτερον τάγμα τῶν ἀνθρώπων ἐν κόσμῳ, ὅπερ ψυχικὸν καλοῦσιν, ἐφ’ ἑαυτοῦ σῴζεσθαι μὴ δυνάμενον ,εἰ μή τι ἂν καμάτῳ καὶ δικαιοπραγίᾳ ἑαυτὸ ἀνασώσειε. τὸ δὲ ὑλικὸν τάγμα τῶν ἐν τῷ κόσμῳ ἀνθρώπων μήτε δύνασθαι χωρεῖν τὴν γνῶσίν φασι μήτε δέχεσθαι ταύτην, κἂν θέλοι ὁ ἐκ τούτου τοῦ τάγματος ὁρμώμενος, ἀπόλλυσθαι δὲ ἅμα σὺν] ψυχῇ καὶ σώματι. τὸ δὲ ἑαυτῶν τάγμα πνευματικὸν ὂν σῷζεσθαι σὺν σώματι ἄλλῳ, ἐνδοτέρῳ τινὶ ὄντι. ὅπερ αὐτοὶ σῶμα πνευματικὸν καλοῦσι φανταζόμενοι. τοὺς δὲ ψυχικοὺς κεκμη- κότας πολὺ καὶ ὑπεραναβεβηκότας τὸν Δημιουργὸν ἄνω δοθήσεσθαι τοῖς ἀγγέλοις τοῖς ἅμα Χριστῷ οὐσιν, οὐδέν τι τῶν σωμάτων ἀνακομιζομένους, ἀλλὰ μόνον τὰς ψυχὰς ἐν πληρώματι εὑρεθείσας τῆς αὐτῶν γνώσεως καὶ τὸν Δημιουργὸν ὑπερβεβηκυίας δίδοσθαι τοῖς μετὰ τοῦ Χριστοῦ ἀγγέλοις εἰς νύμφας.