Ancient Greek
Κατὰ Μαρκιωνιστῶν κβ, τῆς δὲ ἀκολουθίας μβ., Chapter 7
Epiphanius, Panarion (Adversus haereses) 7.8-7
Not analysed yet
εἰ δὲ ἐν τοῖς τοῦ ἑνός, λέγω δὴ τοῦ δημιουργοῦ αἱ δύο ἀρχαί εἰσιν ἐμπολιτευόμεναι, ὅ τε πονηρὸς τοῖς τοῦ δημιουργοῦ †χώραις τε καὶ χώροις καὶ ὁ τοῦ ἀγαθοῦ Χριστὸς ἐπιδημήσας. οὐκέτι ἄρα κριτὴς καὶ δημιουργὸς μόνον ὁ κριτὴς εὑρεθήσεται, ἀλλὰ καὶ ἀγαθός, συγχωρῶν τοῖς δυσὶν εἰς τὰ ἴδια ποιεῖν ὃ βούλονται· ἢ ἀδρανὴς εὑρεθήσεται καὶ μὴ ἰσχύων κωλῦσαι τῶν ἰδίων τοὺς ἀλλοτρίους ἅρπαγας.