Ancient Greek
7.8 to 7.10
Epiphanius, Panarion (Adversus haereses) 7.8-8-10
Not analysed yet
ἐγένετο δὲ καὶ Ἀβραὰμ ἐν ἐκστάσει, οὐκ ἐν ἐκστάσει φρενῶν ἀλλὰ ἐν ἐκστάσει φόβου. ἔβλεπεν γὰρ κλίβανον καὶ λαμπάδας περὶ τὴν τοῦ ἡλίου δύσιν *καὶ ἄλλοι προφῆται ὁρῶντες τὰ ὁράματα ἐν διανοίᾳ ἐρρωμένῃ ἔλεγον, ὡς ὁ Μωυςῆς φησιν »ἔμφοβός εἰμι καὶ ἔντρομος«. ἔγνω δὲ Ἀβραὰμ τὰ ὑπὸ τοῦ κυρίου λεγόμενα· »υινώσκων, γάρ <φησι>, γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ ἔτη τετρακόσια«. καὶ ὁρᾷς ὡς ἔστιν ἰδεῖν τὰ πάντα ἐν ἀληθείᾳ παρὰ τοῖς προφήταις εἰρημένα καὶ ἐν ἐρρωμένῃ διανοίᾳ καὶ σώφρονι λογισμῷ, καὶ οὐκ ἐν παραπληξίᾳ.