# Panarion (Adversus haereses) 8-4

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/8-4

8. Τοιαύτη ἐστὶν ἡ κατ’ αὐτοὺς τραγῳδία, ἔχουσα μὲν καὶ πλείω τούτων· ἐγὼ δὲ μόνον ἅτινα φύσει ἀναγκαῖον εἶναι ἡγησάμην εἰς τοὐμφανὲς ἐλθεῖν, ταῦθ᾿ ὑπηγόρευσα, ὡς ἡ εἰς ἡμᾶς † γνῶσις ἦλθεν· τὸ πόθεν τε ὡρμᾶτο ἐν ποίοις δὲ καιροῖς ὑπῆρχεν καὶ ἀπὸ ποίων τὰς προφάσεις εἴληφεν καὶ τίς αὐτοῦ ἡ διδασκαλία, ἅμα τε τίσιν ἐβλάστησε τῷ βίω̣ κακόν , ἀπὸ μέρους τε, ὡς ἔφην, τῆς τούτου διδασκαλίας ἐμνημόνευσα. τὰ δὲ λοιπὰ τῆς αὐτοῦ λεπτολογίας οὐκ ἐβουλήθην ἀπ᾿ ἐμαυτοῦ συντάξαι, εὑρὼν παρὰ τῷ ἁγιωτάτῳ Εἰρηναίῳ ναίῳ τῷ ἀρχαίῳ τὴν κατ᾿ αὐτοῦ πραγματείαν γεγενημένην. ἕως δὲ ἐνταῦθα τὰ ὀγλίγα ταῦτα διεξελθών, τὰ ἐξῆς ἀπὸ τῶν τοῦ προειρημένου ἀνδρός, δούλου θεοῦ, Εἰρηναίου δὲ φημι, τὴν παράθεσιν ὁλοσχερῶς ποιήσομαι. ἔχει δὲ οὕτως· <ΕΚ> ΤΩΝ ΤΟΥ ΑΓΙΟΥ

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
