# Panarion (Adversus haereses) 8.1-10-6

Epiphanius, Panarion (Adversus haereses), 8.1 to 8.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/8.1-10

8. Πάλιν δὲ τὰ τῆς θείας γραφῆς οὐκ ὀρθῶς νοῶν προφέρει καὶ τοὺς ἀκεραίους ἐξαπατᾷ διαστρέφων τὸ τοῦ ἀποστόλου ῥητόν, ὅτι »Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρ« καί φησιν· εἰ ἦμεν αὐτοῦ, οὐκ ἂν τὸ ἠγόραζεν· ἀγοράσας δὲ εἰς ἀλλότριον κόσμον ἦλθεν ἡμᾶς ἐξαγοράσαι τοὺς οὐκ ὄντας αὐτοῦ. ποίημα γὰρ ἦμεν ἑτέρου καὶ διὰ τοῦτο ἡμᾶς αὐτὸς ἠγόραζεν εἰς τὴν ἑαυτοῦ ζωήν. ἀγνοεῖ δὲ ὅλως ὁ ἠλίθιος ὅτι οὔτε Χριστὸς κατάρα γεγένηται μὴ γένοιτο), ἀλλὰ τὴν κατάραν τὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἀφεῖλεν, ἑαυτὸν σταυρώσας καὶ γενόμε- νος θάνατος θανάτῳ διὰ τὰς ἁμαρτίας ἡμῶν] καὶ κατάρα αὐτὸς τῇ κατάρᾳ γενόμενος. διὸ οὐκ ἔστι Χριστὸς κατάρα, ἀλλὰ τῆς κατάρας λύσις, εὐλογία δὲ πᾶσι τοῖς εἰς αὐτὸν ἀληθῶς πεπιστευκόσιν. οὕτω καὶ τὸ »ἐξηγόρασεν« *. οὐκ εἶπεν »ἠγόρασεν«· οὔτε γὰρ εἰς ἀλλότριον ἦλθεν ἁρπάσαι ἢ ἀγοράσαι. εἰ γὰρ ἠγόρασεν, μὴ ἔχων ἠγόρασε καὶ ὡς πτωχὸς ἃ μὴ εἶχεν ἐκτήσατο. καὶ εἰ ὁ κεκτημένος ἡμᾶς πέπρακεν, ἀπορήσας πέπραχεν. ἀπό τινος ἄρα δανειστοῦ ἐλαυνόμενος. ἀλλ’ οὐκ ἔχει οὕτως. οὔτε γὰρ εἶπεν »ἠγόρασεν«, ἀλλ’ »ἐξηγόρασεν«. ὅμοιον δὲ τούτῳ ὁ αὐτὸς ἅγιος ἀπόστολός φησιν »ἐξαγοραζόμενοι τὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσι«. καὶ οὐχ ἡμέρας ἀγοράζομεν, οὐδὲ τιμὴν ἡμερῶν δίδομεν, ἀλλὰ τὸ δι’ ὑπομονὴν * καὶ τὸ μελλητικὸν τῆς μακροθυμίας σημαίνων τοῦτο ἔφη.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
