# Panarion (Adversus haereses) 8.1-6

Epiphanius, Panarion (Adversus haereses), 8.1 to 8.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/8.1

8. Καὶ μηδεὶς περὶ τούτου ἀμφιβαλλέτω, θαυμαζέτω δὲ μᾶλλον 15 τὴν ἀκριβολογίαν, ὠφελίμως ἐνταῦθα κειμένην τοῖς σπουδαίοις χρηστομαθίας ἕνεκα τὰ ἀκριβῆ τῶν γραφῶν καταλαμβάνειν ἐθέλουσιν, οἵτινες εὐθὺς μετὰ τῆς ὠφελείας εὐγνωμονεῖν ἀναγκασθήσονται, κερδήσαντες τὸ ὑπό τινων ἀμαθῶν ἐν τῷ εὐαγγελίῳ δι᾿ ἀμφιβολίαν ὡς κατὰ διόρθωσιν ἀφανισθὲν ῥητόν. τριχῶς γὰρ ἀριθμήσαντος τοῦ ἁγίου Ματθαίου τὰς γενεάς, ἀπὸ τοῦ Ἀβραὰμ μέχρι τοῦ Δαυὶδ φήσαντος γενεὰς δεκατέσσαρας καὶ ἀπὸ τοῦ Δαυὶδ ἕως τῆς αἰχμαλωσίας γενεὰς δεκατέσσαρας καὶ ἀπὸ τῆς αἰχμαλωσίας ἕως τοῦ Χριστοῦ γενεὰς δεκατέσσαρας, οἱ δύο ἀνώτεροι ἀριθμοὶ σαφεῖς εὑρίσκονται, μηδεμίαν ἔλλειψιν ἀριθμοῦ περιέχοντες· ἴως γὰρ τοῦ Ἰεχονίου περιέχουσι τοὺς χρόνους· ὁ δὲ τρίτος ἀριθμὸς οὐδέτι δεκατεσσάρων γενεῶν εὑρίσκεται κατὰ διαδοχὴν ὀνομάτων ἔχων τὸ πλήρωμα, ἀλλὰ δεκατριῶν, ἐπειδή τινες εὑρόντες Ἰεχονίαν ἅμα Ἰεχονίᾳ ἑτέρῳ ἐπὶ τὸ αὐτὸ ἐνόμισαν τὸν ἀριθμὸν δεδισσολογημένον. οὐκ ἠν δὲ δισσολογία, ἀλλὰ ἀριθμὸς σαφής. εἰς ὄνομα γὰρ πατρὸς ὁ παῖς ἐπεκέκλητο Ἰεχονίας τοῦ Ἰεχονίου. ἀφελόμενοι οὖν τινες ὡς κατὰ φιλοκαλίαν τὸ ἓν ὄνομα, ἀγνοίᾳ φερόμενοι, ἐλλιπῆ ἐποιήσαντο τῆς ὑποθέσεως κατὰ τὴν ὁμάδα τοῦ ἀριθμοῦ τῶν δεκατεσσάρων ὀνομάτων τὴν ὑπόσχεσιν καὶ τὸ πολύπειρον τῆς σχέσεως ἠφάνισαν. Γίνεται γοῦν ἐντεῦθεν ἀπὸ τοῦ χρόνου Ἰεχονίου ἡ αἰχμαλωσία ἡ εἰς Βαβυλῶνα. ἐν τούτῳ τῷ χρόνῳ τῆς αἰχμαλωσίας προσῆλθον οἱ πρεσβύτεροι τῷ Ναβουχοδονόσορ ἐν Βαβυλῶνι, παρακαλοῦντες ἀποσταλῆναί τινας τῶν ἰδίων αὐτοῦ ἐγκαθέτους εἰς τὴν Ἰσραηλῖτιν γῆν, ὅπως μὴ ἡ χώρα ὑλομανήσασα ἐρημωθείη. καὶ ἐδέξατο τὴν παρ’ αὐτῶν παράκλησιν (οὐ γὰρ ἀνεβάλλετο) καὶ ἀποστέλλει μὲν τῶν ἰδίων τέσσαρα γένη, τούς τε Κουθαίους καλουμένους καὶ Κουδαίους, Σεπφαρουραίους καὶ Ἀναγωγαυαίους, οἵτινες ἅμα τοῖς αὐτῶν εἰδώλοις ἀναβάντες κατῴκουν τὸ τηνικαῦτα τὴν Σαμάρειαν, ταύτην ἐπιλεξάμενοι ἑαυτοῖς τὴν γῆν διὰ τὸ εἶναι πίονά τε καὶ γονιμωτάτην.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
